8.112 οὗτοι μὲν δὴ ταῦτα ὑποκρινάμενοι καὶ οὐ δόντες τὰ χρήματα ἐπολιορκέοντο . Θεμιστοκλέης δὲ , οὐ γὰρ ἐπαύετο πλεονεκτέων , ἐσπέμπων ἐς τὰς ἄλλας νήσους ἀπειλητηρίους λόγους αἴτεε χρήματα διὰ τῶν αὐτῶν ἀγγέλων , χρεώμενος τοῖσι καὶ πρὸς βασιλέα ἐχρήσατο , λέγων ὡς εἰ μὴ δώσουσι τὸ αἰτεόμενον , ἐπάξει τὴν στρατιὴν τῶν Ἑλλήνων καὶ πολιορκέων ἐξαιρήσει . λέγων ταῦτα συνέλεγε χρήματα μεγάλα παρὰ Καρυστίων τε καὶ Παρίων , οἳ πυνθανόμενοι τήν τε Ἄνδρον ὡς πολιορκέοιτο διότι ἐμήδισε , καὶ Θεμιστοκλέα ὡς εἴη ἐν αἴνῃ μεγίστῃ τῶν στρατηγῶν , δείσαντες ταῦτα ἔπεμπον χρήματα . εἰ δὲ δὴ τινὲς καὶ ἄλλοι ἔδοσαν νησιωτέων , οὐκ ἔχω εἰπεῖν , δοκέω δὲ τινὰς καὶ ἄλλους δοῦναι καὶ οὐ τούτους μούνους . καίτοι Καρυστίοισί γε οὐδὲν τούτου εἵνεκα τοῦ κακοῦ ὑπερβολὴ ἐγένετο · Πάριοι δὲ Θεμιστοκλέα χρήμασι ἱλασάμενοι διέφυγον τὸ στράτευμα . Θεμιστοκλέης μέν νυν ἐξ Ἄνδρου ὁρμώμενος χρήματα παρὰ νησιωτέων ἐκτᾶτο λάθρῃ τῶν ἄλλων στρατηγῶν .
8.113 οἱ δ’ ἀμφὶ Ξέρξην ἐπισχόντες ὀλίγας ἡμέρας μετὰ τὴν ναυμαχίην ἐξήλαυνον ἐς Βοιωτοὺς τὴν αὐτὴν ὁδόν . ἔδοξε γὰρ Μαρδονίῳ ἅμα μὲν προπέμψαι βασιλέα , ἅμα δὲ ἀνωρίη εἶναι τοῦ ἔτεος πολεμέειν , χειμερίσαι τε ἄμεινον εἶναι ἐν Θεσσαλίῃ , καὶ ἔπειτα ἅμα τῷ ἔαρι πειρᾶσθαι τῆς Πελοποννήσου .