8.110 ʹ ἔπεμψέ με Θεμιστοκλέης Νεοκλέος , στρατηγὸς μὲν Ἀθηναίων ἀνὴρ δὲ τῶν συμμάχων πάντων ἄριστος καὶ σοφώτατος , φράσοντά τοι ὅτι Θεμιστοκλέης Ἀθηναῖος , σοὶ βουλόμενος ὑπουργέειν , ἔσχε τοὺς Ἕλληνας τὰς νέας βουλομένους διώκειν καὶ τὰς ἐν Ἑλλησπόντῳ γεφύρας λύειν . καὶ νῦν κατ’ ἡσυχίην πολλὴν κομίζεο . ʹ οἳ μὲν ταῦτα σημήναντες ἀπέπλεον ὀπίσω .
8.111 οἱ δὲ Ἕλληνες , ἐπείτε σφι ἀπέδοξε μήτ’ ἐπιδιώκειν ἔτι προσωτέρω τῶν βαρβάρων τὰς νέας μήτε πλέειν ἐς τὸν Ἑλλήσποντον λύσοντας τὸν πόρον , τὴν Ἄνδρον περικατέατο ἐξελεῖν ἐθέλοντες . πρῶτοι γὰρ Ἄνδριοι νησιωτέων αἰτηθέντες πρὸς Θεμιστοκλέος χρήματα οὐκ ἔδοσαν , ἀλλὰ προϊσχομένου Θεμιστοκλέος λόγον τόνδε , ὡς ἥκοιεν Ἀθηναῖοι περὶ ἑωυτοὺς ἔχοντες δύο θεοὺς μεγάλους , πειθώ τε καὶ ἀναγκαίην , οὕτω τέ σφι κάρτα δοτέα εἶναι χρήματα , ὑπεκρίναντο πρὸς ταῦτα λέγοντες ὡς κατὰ λόγον ἦσαν ἄρα αἱ Ἀθῆναι μεγάλαι τε καὶ εὐδαίμονες , αἳ καὶ θεῶν χρηστῶν ἥκοιεν εὖ , ἐπεὶ Ἀνδρίους γε εἶναι γεωπείνας ἐς τὰ μέγιστα ἀνήκοντας , καὶ θεοὺς δύο ἀχρήστους οὐκ ἐκλείπειν σφέων τὴν νῆσον ἀλλ’ αἰεὶ φιλοχωρέειν , πενίην τε καὶ ἀμηχανίην , καὶ τούτων τῶν θεῶν ἐπηβόλους ἐόντας Ἀνδρίους οὐ δώσειν χρήματα · οὐδέκοτε γὰρ τῆς ἑωυτῶν ἀδυναμίης τὴν Ἀθηναίων δύναμιν εἶναι κρέσσω .