8.109 τάδε γὰρ οὐκ ἡμεῖς κατεργασάμεθα , ἀλλὰ θεοί τε καὶ ἥρωες , οἳ ἐφθόνησαν ἄνδρα ἕνα τῆς τε Ἀσίης καὶ τῆς Εὐρώπης βασιλεῦσαι ἐόντα ἀνόσιόν τε καὶ ἀτάσθαλον · ὃς τά τε ἱρὰ καὶ τὰ ἴδια ἐν ὁμοίῳ ἐποιέετο , ἐμπιπράς τε καὶ καταβάλλων τῶν θεῶν τὰ ἀγάλματα · ὃς καὶ τὴν θάλασσαν ἀπεμαστίγωσε πέδας τε κατῆκε . ἀλλ’ εὖ γὰρ ἔχει ἐς τὸ παρεὸν ἡμῖν , νῦν μὲν ἐν τῇ Ἑλλάδι καταμείναντας ἡμέων τε αὐτῶν ἐπιμεληθῆναι καὶ τῶν οἰκετέων , καὶ τις οἰκίην τε ἀναπλασάσθω καὶ σπόρου ἀνακῶς ἐχέτω , παντελέως ἀπελάσας τὸν βάρβαρον · ἅμα δὲ τῷ ἔαρι καταπλέωμεν ἐπὶ Ἑλλησπόντου καὶ Ἰωνίης . ʹ ταῦτα ἔλεγε ἀποθήκην μέλλων ποιήσασθαι ἐς τὸν Πέρσην , ἵνα ἢν ἄρα τί μιν καταλαμβάνῃ πρὸς Ἀθηναίων πάθος ἔχῃ ἀποστροφήν · τά περ ὦν καὶ ἐγένετο .
8.110 Θεμιστοκλέης μὲν ταῦτα λέγων διέβαλλε , Ἀθηναῖοι δὲ ἐπείθοντο · ἐπειδὴ γὰρ καὶ πρότερον δεδογμένος εἶναι σοφὸς ἐφάνη ἐὼν ἀληθέως σοφός τε καὶ εὔβουλος , πάντως ἕτοιμοι ἦσαν λέγοντι πείθεσθαι . ὡς δὲ οὗτοί οἱ ἀνεγνωσμένοι ἦσαν , αὐτίκα μετὰ ταῦτα Θεμιστοκλέης ἄνδρας ἀπέπεμπε ἔχοντας πλοῖον , τοῖσι ἐπίστευε σιγᾶν ἐς πᾶσαν βάσανον ἀπικνεομένοισι τὰ αὐτὸς ἐνετείλατο βασιλέι φράσαι · τῶν καὶ Σίκιννος οἰκέτης αὖτις ἐγένετο · οἳ ἐπείτε ἀπίκοντο πρὸς τὴν Ἀττικήν , οἳ μὲν κατέμενον ἐπὶ τῷ πλοίῳ , Σίκιννος δὲ ἀναβὰς παρὰ Ξέρξην ἔλεγε τάδε .