8.108 εἰ γὰρ ἀναγκασθείη Πέρσης μένειν ἐν τῇ Εὐρώπῃ , πειρῷτο ἂν ἡσυχίην μὴ ἄγειν , ὡς ἄγοντι μέν οἱ ἡσυχίην οὔτε τι προχωρέειν οἷόν τε ἔσται τῶν πρηγμάτων οὔτε τις κομιδὴ τὰ ὀπίσω φανήσεται , λιμῷ τέ οἱ στρατιὴ διαφθερέεται , ἐπιχειρέοντι δὲ αὐτῷ καὶ ἔργου ἐχομένῳ πάντα τὰ κατὰ τὴν Εὐρώπην οἷά τε ἔσται προσχωρῆσαι κατὰ πόλις τε καὶ κατὰ ἔθνεα , ἤτοι ἁλισκομένων γε πρὸ τούτου ὁμολογεόντων · τροφήν τε ἕξειν σφέας τὸν ἐπέτειον αἰεὶ τὸν τῶν Ἑλλήνων καρπόν . ἀλλὰ δοκέειν γὰρ νικηθέντα τῇ ναυμαχίῃ οὐ μενέειν ἐν τῇ Εὐρώπῃ τὸν Πέρσην · ἐατέον ὦν εἶναι φεύγειν , ἐς ἔλθοι φεύγων ἐς τὴν ἑωυτοῦ · τὸ ἐνθεῦτεν δὲ περὶ τῆς ἐκείνου ποιέεσθαι ἤδη τὸν ἀγῶνα ἐκέλευε . ταύτης δὲ εἴχοντο τῆς γνώμης καὶ Πελοποννησίων τῶν ἄλλων οἱ στρατηγοί .
8.109 ὡς δὲ ἔμαθε ὅτι οὐ πείσει τούς γε πολλοὺς πλέειν ἐς τὸν Ἑλλήσποντον Θεμιστοκλέης , μεταβαλὼν πρὸς τοὺς Ἀθηναίους ʹοὗτοι γὰρ μάλιστα ἐκπεφευγότων περιημέκτεον , ὁρμέατό τε ἐς τὸν Ἑλλήσποντον πλέειν καὶ ἐπὶ σφέων αὐτῶν βαλόμενοι , εἰ οἱ ἄλλοι μὴ βουλοίατὀ ἔλεγέ σφι τάδε . ʹ καὶ αὐτὸς ἤδη πολλοῖσι παρεγενόμην καὶ πολλῷ πλέω ἀκήκοα τοιάδε γενέσθαι , ἄνδρας ἐς ἀναγκαίην ἀπειληθέντας νενικημένους ἀναμάχεσθαί τε καὶ ἀναλαμβάνειν τὴν προτέρην κακότητα . ἡμεῖς δέ , εὕρημα γὰρ εὑρήκαμεν ἡμέας τε αὐτοὺς καὶ τὴν Ἑλλάδα , νέφος τοσοῦτο ἀνθρώπων ἀνωσάμενοι , μὴ διώκωμεν ἄνδρας φεύγοντας .