8.107 Ξέρξης δὲ ὡς τοὺς παῖδας ἐπέτρεψε Ἀρτεμισίῃ ἀπάγειν ἐς Ἔφεσον , καλέσας Μαρδόνιον ἐκέλευσέ μιν τῆς στρατιῆς διαλέγειν τοὺς βούλεται , καὶ ποιέειν τοῖσι λόγοισι τὰ ἔργα πειρώμενον ὅμοια . ταύτην μὲν τὴν ἡμέρην ἐς τοσοῦτο ἐγίνετο , τῆς δὲ νυκτὸς κελεύσαντος βασιλέος τὰς νέας οἱ στρατηγοὶ ἐκ τοῦ Φαλήρου ἀπῆγον ὀπίσω ἐς τὸν Ἑλλήσποντον ὡς τάχεος εἶχε ἕκαστος , διαφυλαξούσας τὰς σχεδίας πορευθῆναι βασιλέι . ἐπεὶ δὲ ἀγχοῦ ἦσαν Ζωστῆρος πλέοντες οἱ βάρβαροι , ἀνατείνουσι γὰρ ἄκραι λεπταὶ τῆς ἠπείρου ταύτης , ἔδοξάν τε νέας εἶναι καὶ ἔφευγον ἐπὶ πολλόν · χρόνῳ δὲ μαθόντες ὅτι οὐ νέες εἶεν ἀλλ’ ἄκραι , συλλεχθέντες ἐκομίζοντο .
8.108 ὡς δὲ ἡμέρη ἐγίνετο , ὁρῶντες οἱ Ἕλληνες κατὰ χώρην μένοντα τὸν στρατὸν τὸν πεζὸν ἤλπιζον καὶ τὰς νέας εἶναι περὶ Φάληρον , ἐδόκεόν τε ναυμαχήσειν σφέας παραρτέοντό τε ὡς ἀλεξησόμενοι . ἐπεὶ δὲ ἐπύθοντο τὰς νέας οἰχωκυίας , αὐτίκα μετὰ ταῦτα ἐδόκεε ἐπιδιώκειν . τὸν μέν νυν ναυτικὸν τὸν Ξέρξεω στρατὸν οὐκ ἐπεῖδον διώξαντες μέχρι Ἄνδρου , ἐς δὲ τὴν Ἄνδρον ἀπικόμενοι ἐβουλεύοντο . Θεμιστοκλέης μέν νυν γνώμην ἀπεδείκνυτο διὰ νήσων τραπομένους καὶ ἐπιδιώξαντας τὰς νέας πλέειν ἰθέως ἐπὶ τὸν Ἑλλήσποντον λύσοντας τὰς γεφύρας · Εὐρυβιάδης δὲ τὴν ἐναντίην ταύτῃ γνώμην ἐτίθετο , λέγων ὡς εἰ λύσουσι τὰς σχεδίας , τοῦτ’ ἂν μέγιστον πάντων σφι κακῶν τὴν Ἑλλάδα ἐργάσαιτο .