8.101 σὺ ὦν ἐμοί , καὶ γὰρ περὶ τῆς ναυμαχίης εὖ συνεβούλευσας τῆς γενομένης οὐκ ἐῶσα ποιέεσθαι , νῦν τε συμβούλευσον ὁκότερα ποιέων ἐπιτύχω εὖ βουλευσάμενος . ʹ
8.102 μὲν ταῦτα συνεβουλεύετο , δὲ λέγει τάδε . ʹ βασιλεῦ , χαλεπὸν μὲν ἐστὶ συμβουλευομένῳ τυχεῖν τὰ ἄριστα εἴπασαν , ἐπὶ μέντοι τοῖσι κατήκουσι πρήγμασι δοκέει μοι αὐτὸν μέν σε ἀπελαύνειν ὀπίσω , Μαρδόνιον δέ , εἰ ἐθέλει τε καὶ ὑποδέκεται ταῦτα ποιήσειν , αὐτοῦ καταλιπεῖν σὺν τοῖσι ἐθέλει . τοῦτο μὲν γὰρ ἢν καταστρέψηται τὰ φησὶ θέλειν καί οἱ προχωρήσῃ τὰ νοέων λέγει , σὸν τὸ ἔργον δέσποτα γίνεται · οἱ γὰρ σοὶ δοῦλοι κατεργάσαντο . τοῦτο δὲ ἢν τὰ ἐναντία τῆς Μαρδονίου γνώμης γένηται , οὐδεμία συμφορὴ μεγάλη ἔσται σέο τε περιεόντος καὶ ἐκείνων τῶν πρηγμάτων περὶ οἶκον τὸν σόν · ἢν γὰρ σύ τε περιῇς καὶ οἶκος σός , πολλοὺς πολλάκις ἀγῶνας δραμέονται περὶ σφέων αὐτῶν οἱ Ἕλληνες . Μαρδονίου δέ , ἤν τι πάθῃ , λόγος οὐδεὶς γίνεται , οὐδέ τι νικῶντες οἱ Ἕλληνες νικῶσι , δοῦλον σὸν ἀπολέσαντες · σὺ δέ , τῶν εἵνεκα τὸν στόλον ἐποιήσαο , πυρώσας τὰς Ἀθήνας ἀπελᾷς . ʹ
8.103 ἥσθη τε δὴ τῇ συμβουλίῃ Ξέρξης · λέγουσα γὰρ ἐπετύγχανε τά περ αὐτὸς ἐνόεε . οὐδὲ γὰρ εἰ πάντες καὶ πᾶσαι συνεβούλευον αὐτῷ μένειν , ἔμενε ἂν δοκέειν ἐμοί · οὕτω καταρρωδήκεε . ἐπαινέσας δὲ τὴν Ἀρτεμισίην , ταύτην μὲν ἀποστέλλει ἄγουσαν αὐτοῦ παῖδας ἐς Ἔφεσον · νόθοι γὰρ τινὲς παῖδές οἱ συνέσποντο .