8.100 σὺ Πέρσας , βασιλεῦ , μὴ ποιήσῃς καταγελάστους γενέσθαι Ἕλλησι · οὐδὲ γὰρ ἐν Πέρσῃσί τοί τι δεδήληται τῶν πρηγμάτων , οὐδ’ ἐρέεις ὅκου ἐγενόμεθα ἄνδρες κακοί . εἰ δὲ Φοίνικές τε καὶ Αἰγύπτιοι καὶ Κύπριοί τε καὶ Κίλικες κακοὶ ἐγένοντο , οὐδὲν πρὸς Πέρσας τοῦτο προσήκει τὸ πάθος . ἤδη ὦν , ἐπειδὴ οὐ Πέρσαι τοι αἴτιοι ἐισί , ἐμοὶ πείθεο · εἴ τοι δέδοκται μὴ παραμένειν , σὺ μὲν ἐς ἤθεα τὰ σεωυτοῦ ἀπέλαυνε τῆς στρατιῆς ἀπάγων τὸ πολλόν , ἐμὲ δὲ σοὶ χρὴ τὴν Ἑλλάδα παρασχεῖν δεδουλωμένην , τριήκοντα μυριάδας τοῦ στρατοῦ ἀπολεξάμενον . ʹ
8.101 ταῦτα ἀκούσας Ξέρξης ὡς ἐκ κακῶν ἐχάρη τε καὶ ἥσθη , πρὸς Μαρδόνιόν τε βουλευσάμενος ἔφη ὑποκρινέεσθαι ὁκότερον ποιήσει τούτων . ὡς δὲ ἐβουλεύετο ἅμα Περσέων τοῖσι ἐπικλήτοισι , ἔδοξέ οἱ καὶ Ἀρτεμισίην ἐς συμβουλίην μεταπέμψασθαι , ὅτι πρότερον ἐφαίνετο μούνη νοέουσα τὰ ποιητέα ἦν . ὡς δὲ ἀπίκετο Ἀρτεμισίη , μεταστησάμενος τοὺς ἄλλους τούς τε συμβούλους Περσέων καὶ τοὺς δορυφόρους , ἔλεξε Ξέρξης τάδε . ʹ κελεύει με Μαρδόνιος μένοντα αὐτοῦ πειρᾶσαι τῆς Πελοποννήσου , λέγων ὥς μοι Πέρσαι τε καὶ πεζὸς στρατὸς οὐδενὸς μεταίτιοι πάθεος εἰσί , ἀλλὰ βουλομένοισί σφι γένοιτ’ ἂν ἀπόδεξις . ἐμὲ ὦν ταῦτα κελεύει ποιέειν , αὐτὸς ἐθέλει τριήκοντα μυριάδας ἀπολεξάμενος τοῦ στρατοῦ παρασχεῖν μοι τὴν Ἑλλάδα δεδουλωμένην , αὐτὸν δέ με κελεύει ἀπελαύνειν σὺν τῷ λοιπῷ στρατῷ ἐς ἤθεα τὰ ἐμά .