8.104 συνέπεμπε δὲ τοῖσι παισὶ φύλακον Ἑρμότιμον , γένος μὲν ἐόντα Πηδασέα , φερόμενον δὲ οὐ τὰ δεύτερα τῶν εὐνούχων παρὰ βασιλέι · [ οἱ δὲ Πηδασέες οἰκέουσι ὑπὲρ Ἁλικαρνησσοῦ · ἐν δὲ τοῖσι Πηδάσοισι τούτοισι τοιόνδε συμφέρεται πρῆγμα γίνεσθαι · ἐπεὰν τοῖσι ἀμφικτυόσι πᾶσι τοῖσι ἀμφὶ ταύτης οἰκέουσι τῆς πόλιος μέλλῃ τι ἐντὸς χρόνου ἔσεσθαι χαλεπόν , τότε ἱρείη αὐτόθι τῆς Ἀθηναίης φύει πώγωνα μέγαν . τοῦτο δέ σφι δὶς ἤδη ἐγένετο . ]
8.105 [ ἐκ τούτων δὴ τῶν Πηδασέων Ἑρμότιμος ἦν ] τῷ μεγίστη τίσις ἤδη ἀδικηθέντι ἐγένετο πάντων τῶν ἡμεῖς ἴδμεν . ἁλόντα γὰρ αὐτὸν ὑπὸ πολεμίων καὶ πωλεόμενον ὠνέεται Πανιώνιος ἀνὴρ Χῖος , ὃς τὴν ζόην κατεστήσατο ἀπ’ ἔργων ἀνοσιωτάτων · ὅκως γὰρ κτήσαιτο παῖδας εἴδεος ἐπαμμένους , ἐκτάμνων ἀγινέων ἐπώλεε ἐς Σάρδις τε καὶ Ἔφεσον χρημάτων μεγάλων . παρὰ γὰρ τοῖσι βαρβάροισι τιμιώτεροι εἰσὶ οἱ εὐνοῦχοι πίστιος εἵνεκα τῆς πάσης τῶν ἐνορχίων . ἄλλους τε δὴ Πανιώνιος ἐξέταμε πολλούς , ἅτε ποιεύμενος ἐκ τούτου τὴν ζόην , καὶ δὴ καὶ τοῦτον . καὶ οὐ γὰρ τὰ πάντα ἐδυστύχεε Ἑρμότιμος , ἀπικνέεται ἐκ τῶν Σαρδίων παρὰ βασιλέα μετ’ ἄλλων δώρων , χρόνου δὲ προϊόντος πάντων τῶν εὐνούχων ἐτιμήθη μάλιστα παρὰ Ξέρξῃ .
8.106 ὡς δὲ τὸ στράτευμα τὸ Περσικὸν ὅρμα βασιλεὺς ἐπὶ τὰς Ἀθήνας ἐὼν ἐν Σάρδισι , ἐνθαῦτα καταβὰς κατὰ δή τι πρῆγμα Ἑρμότιμος ἐς γῆν τὴν Μυσίην , τὴν Χῖοι μὲν νέμονται Ἀταρνεὺς δὲ καλέεται , εὑρίσκει τὸν Πανιώνιον ἐνθαῦτα .