8.100 καὶ περὶ Πέρσας μὲν ἦν ταῦτα τὸν πάντα μεταξὺ χρόνον γενόμενον , μέχρι οὗ Ξέρξης αὐτός σφεας ἀπικόμενος ἔπαυσε . Μαρδόνιος δὲ ὁρῶν μὲν Ξέρξην συμφορὴν μεγάλην ἐκ τῆς ναυμαχίης ποιεύμενον , ὑποπτεύων δὲ αὐτὸν δρησμὸν βουλεύειν ἐκ τῶν Ἀθηνέων , φροντίσας πρὸς ἑωυτὸν ὡς δώσει δίκην ἀναγνώσας βασιλέα στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα , καί οἱ κρέσσον εἴη ἀνακινδυνεῦσαι κατεργάσασθαι τὴν Ἑλλάδα αὐτὸν καλῶς τελευτῆσαι τὸν βίον ὑπὲρ μεγάλων αἰωρηθέντα · πλέον μέντοι ἔφερέ οἱ γνώμη κατεργάσασθαι τὴν Ἑλλάδα · λογισάμενος ὦν ταῦτα προσέφερε τὸν λόγον τόνδε . ʹ δέσποτα , μήτε λυπέο μήτε συμφορὴν μηδεμίαν μεγάλην ποιεῦ τοῦδε τοῦ γεγονότος εἵνεκα πρήγματος . οὐ γὰρ ξύλων ἀγὼν τὸ πᾶν φέρων ἐστὶ ἡμῖν , ἀλλ’ ἀνδρῶν τε καὶ ἵππων . σοὶ δὲ οὔτε τις τούτων τῶν τὸ πᾶν σφίσι ἤδη δοκεόντων κατεργάσθαι ἀποβὰς ἀπὸ τῶν νεῶν πειρήσεται ἀντιωθῆναι οὔτ’ ἐκ τῆς ἠπείρου τῆσδε · οἵ τε ἡμῖν ἠντιώθησαν , ἔδοσαν δίκας . εἰ μέν νυν δοκέει , αὐτίκα πειρώμεθα τῆς Πελοποννήσου · εἰ δὲ καὶ δοκέει ἐπισχεῖν , παρέχει ποιέειν ταῦτα . μηδὲ δυσθύμεε · οὐ γὰρ ἔστι Ἕλλησι οὐδεμία ἔκδυσις μὴ οὐ δόντας λόγον τῶν ἐποίησαν νῦν τε καὶ πρότερον εἶναι σοὺς δούλους . μάλιστα μέν νυν ταῦτα ποίεε · εἰ δ’ ἄρα τοι βεβούλευται αὐτὸν ἀπελαύνοντα ἀπάγειν τὴν στρατιήν , ἄλλην ἔχω καὶ ἐκ τῶνδε βουλήν .