8.98 ταῦτά τε ἅμα Ξέρξης ἐποίεε καὶ ἔπεμπε ἐς Πέρσας ἀγγελέοντα τὴν παρεοῦσάν σφι συμφορήν . τούτων δὲ τῶν ἀγγέλων ἐστὶ οὐδὲν τι θᾶσσον παραγίνεται θνητὸν ἐόν · οὕτω τοῖσι Πέρσῃσι ἐξεύρηται τοῦτο . λέγουσι γὰρ ὡς ὁσέων ἂν ἡμερέων πᾶσα ὁδός , τοσοῦτοι ἵπποι τε καὶ ἄνδρες διεστᾶσι κατὰ ἡμερησίην ὁδὸν ἑκάστην ἵππος τε καὶ ἀνὴρ τεταγμένος · τοὺς οὔτε νιφετός , οὐκ ὄμβρος , οὐ καῦμα , οὐ νὺξ ἔργει μὴ οὐ κατανύσαι τὸν προκείμενον αὐτῷ δρόμον τὴν ταχίστην . μὲν δὴ πρῶτος δραμὼν παραδιδοῖ τὰ ἐντεταλμένα τῷ δευτέρῳ , δὲ δεύτερος τῷ τρίτῳ · τὸ δὲ ἐνθεῦτεν ἤδη κατ’ ἄλλον καὶ ἄλλον διεξέρχεται παραδιδόμενα , κατά περ ἐν Ἕλλησι λαμπαδηφορίη τὴν τῷ Ἡφαίστῳ ἐπιτελέουσι . τοῦτο τὸ δράμημα τῶν ἵππων καλέουσι Πέρσαι ἀγγαρήιον .
8.99 μὲν δὴ πρώτη ἐς Σοῦσα ἀγγελίη ἀπικομένη , ὡς ἔχοι Ἀθήνας Ξέρξης , ἔτερψε οὕτω δή τι Περσέων τοὺς ὑπολειφθέντας ὡς τάς τε ὁδοὺς μυρσίνῃ πάσας ἐστόρεσαν καὶ ἐθυμίων θυμιήματα καὶ αὐτοὶ ἦσαν ἐν θυσίῃσί τε καὶ εὐπαθείῃσι . δὲ δευτέρη σφι ἀγγελίη ἐπεσελθοῦσα συνέχεε οὕτω ὥστε τοὺς κιθῶνας κατερρήξαντο πάντες , βοῇ τε καὶ οἰμωγῇ ἐχρέωντο ἀπλέτῳ , Μαρδόνιον ἐν αἰτίῃ τιθέντες . οὐκ οὕτω δὲ περὶ τῶν νεῶν ἀχθόμενοι ταῦτα οἱ Πέρσαι ἐποίευν ὡς περὶ αὐτῷ Ξέρξῃ δειμαίνοντες .