8.96 τῶν δὲ ναυηγίων πολλὰ ὑπολαβὼν ἄνεμος ζέφυρος ἔφερε τῆς Ἀττικῆς ἐπὶ τὴν ἠιόνα τὴν καλεομένην Κωλιάδα · ὥστε ἀποπλησθῆναι τὸν χρησμὸν τόν τε ἄλλον πάντα τὸν περὶ τῆς ναυμαχίης ταύτης εἰρημένοι Βάκιδι καὶ Μουσαίῳ , καὶ δὴ καὶ κατὰ τὰ ναυήγια τὰ ταύτῃ ἐξενειχθέντα τὸ εἰρημένον πολλοῖσι ἔτεσι πρότερον τούτων ἐν χρησμῷ Λυσιστράτῳ Ἀθηναίῳ ἀνδρὶ χρησμολόγῳ , τὸ ἐλελήθεε πάντας τοὺς Ἕλληνας , ʹ Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσι ʹ τοῦτο δὲ ἔμελλε ἀπελάσαντος βασιλέος ἔσεσθαι .
8.97 Ξέρξης δὲ ὡς ἔμαθε τὸ γεγονὸς πάθος , δείσας μή τις τῶν Ἰώνων ὑποθῆται τοῖσι Ἕλλησι αὐτοὶ νοήσωσι πλέειν ἐς τὸν Ἑλλήσποντον λύσοντες τὰς γεφύρας , καὶ ἀπολαμφθεὶς ἐν τῇ Εὐρώπῃ κινδυνεύσῃ ἀπολέσθαι , δρησμὸν ἐβούλευε . θέλων δὲ μὴ ἐπίδηλος εἶναι μήτε τοῖσι Ἕλλησι μήτε τοῖσι ἑωυτοῦ , ἐς τὴν Σαλαμῖνα χῶμα ἐπειρᾶτο διαχοῦν , γαύλους τε Φοινικηίους συνέδεε , ἵνα ἀντί τε σχεδίης ἔωσι καὶ τείχεος , ἀρτέετό τε ἐς πόλεμον ὡς ναυμαχίην ἄλλην ποιησόμενος . ὁρῶντες δέ μιν πάντες οἱ ἄλλοι ταῦτα πρήσσοντα εὖ ἠπιστέατο ὡς ἐκ παντὸς νόου παρεσκεύασται μένων πολεμήσειν · Μαρδόνιον δ’ οὐδὲν τούτων ἐλάνθανε ὡς μάλιστα ἔμπειρον ἐόντα τῆς ἐκείνου διανοίης .