8.94 ʹ Ἀδείμαντε , σὺ μὲν ἀποστρέψας τὰς νέας ἐς φυγὴν ὅρμησαι καταπροδοὺς τοὺς Ἕλληνας · οἳ δὲ καὶ δὴ νικῶσι ὅσον αὐτοὶ ἠρῶντο ἐπικρατήσαντες τῶν ἐχθρῶν . ʹ ταῦτα λεγόντων ἀπιστέειν γὰρ τὸν Ἀδείμαντον , αὖτις τάδε λέγειν , ὡς αὐτοὶ οἷοί τε εἶεν ἀγόμενοι ὅμηροι ἀποθνήσκειν , ἢν μὴ νικῶντες φαίνωνται οἱ Ἕλληνες . οὕτω δὴ ἀποστρέψαντα τὴν νέα αὐτόν τε καὶ τοὺς ἄλλους ἐπ’ ἐξεργασμένοισι ἐλθεῖν ἐς τὸ στρατόπεδον . τούτους μὲν τοιαύτη φάτις ἔχει ὑπὸ Ἀθηναίων , οὐ μέντοι αὐτοί γε Κορίνθιοι ὁμολογέουσι , ἀλλ’ ἐν πρώτοισι σφέας αὐτοὺς τῆς ναυμαχίης νομίζουσι γενέσθαι · μαρτυρέει δέ σφι καὶ ἄλλη Ἑλλάς .
8.95 Ἀριστείδης δὲ Λυσιμάχου ἀνὴρ Ἀθηναῖος , τοῦ καὶ ὀλίγῳ τι πρότερον τούτων ἐπεμνήσθην ὡς ἀνδρὸς ἀρίστου , οὗτος ἐν τῷ θορύβῳ τούτῳ τῷ περὶ Σαλαμῖνα γενομένῳ τάδε ἐποίεε · παραλαβὼν πολλοὺς τῶν ὁπλιτέων οἳ παρατετάχατο παρὰ τὴν ἀκτὴν τῆς Σαλαμινίης χώρης , γένος ἐόντες Ἀθηναῖοι , ἐς τὴν Ψυττάλειαν νῆσον ἀπέβησε ἄγων , οἳ τοὺς Πέρσας τοὺς ἐν τῇ νησῖδι ταύτῃ κατεφόνευσαν πάντας .
8.96 ὡς δὲ ναυμαχίη διελέλυτο , κατειρύσαντες ἐς τὴν Σαλαμῖνα οἱ Ἕλληνες τῶν ναυηγίων ὅσα ταύτῃ ἐτύγχανε ἔτι ἐόντα , ἕτοιμοι ἦσαν ἐς ἄλλην ναυμαχίην , ἐλπίζοντες τῇσι περιεούσῃσι νηυσὶ ἔτι χρήσεσθαι βασιλέα .