8.93 ἐν δὲ τῇ ναυμαχίῃ ταύτῃ ἤκουσαν Ἑλλήνων ἄριστα Αἰγινῆται , ἐπὶ δὲ Ἀθηναῖοι , ἀνδρῶν δὲ Πολύκριτός τε Αἰγινήτης καὶ Ἀθηναῖοι Εὐμένης τε Ἀναγυράσιος καὶ Ἀμεινίης Παλληνεύς , ὃς καὶ Ἀρτεμισίην ἐπεδίωξε . εἰ μέν νυν ἔμαθε ὅτι ἐν ταύτῃ πλέοι Ἀρτεμισίη , οὐκ ἂν ἐπαύσατο πρότερον εἷλέ μιν καὶ αὐτὸς ἥλω . τοῖσι γὰρ Ἀθηναίων τριηράρχοισι παρεκεκέλευστο , πρὸς δὲ καὶ ἄεθλον ἔκειτο μύριαι δραχμαί , ὃς ἄν μιν ζωὴν ἕλῃ · δεινὸν γάρ τι ἐποιεῦντο γυναῖκα ἐπὶ τὰς Ἀθήνας στρατεύεσθαι . αὕτη μὲν δή , ὡς πρότερον εἴρηται , διέφυγε · ἦσαν δὲ καὶ οἱ ἄλλοι , τῶν αἱ νέες περιεγεγόνεσαν , ἐν τῷ Φαλήρῳ .
8.94 Ἀδείμαντον δὲ τὸν Κορίνθιον στρατηγὸν λέγουσι Ἀθηναῖοι αὐτίκα κατ’ ἀρχάς , ὡς συνέμισγον αἱ νέες , ἐκπλαγέντα τε καὶ ὑπερδείσαντα , τὰ ἱστία ἀειράμενον οἴχεσθαι φεύγοντα , ἰδόντας δὲ τοὺς Κορινθίους τὴν στρατηγίδα φεύγουσαν ὡσαύτως οἴχεσθαι . ὡς δὲ ἄρα φεύγοντας γίνεσθαι τῆς Σαλαμινίης κατὰ ἱρὸν Ἀθηναίης Σκιράδος , περιπίπτειν σφι κέλητα θείῃ πομπῇ , τὸν οὔτε πέμψαντα φανῆναι οὐδένα , οὔτε τι τῶν ἀπὸ τῆς στρατιῆς εἰδόσι προσφέρεσθαι τοῖσι Κορινθίοισι . τῇδε δὲ συμβάλλονται εἶναι θεῖον τὸ πρῆγμα . ὡς γὰρ ἀγχοῦ γενέσθαι τῶν νεῶν , τοὺς ἀπὸ τοῦ κέλητος λέγειν τάδε .