8.90 ὅκως γάρ τινα ἴδοι Ξέρξης τῶν ἑωυτοῦ ἔργον τι ἀποδεικνύμενον ἐν τῇ ναυμαχίῃ , κατήμενος ὑπὸ τῷ ὄρεϊ τῷ ἀντίον Σαλαμῖνος τὸ καλέεται Αἰγάλεως , ἀνεπυνθάνετο τὸν ποιήσαντα , καὶ οἱ γραμματισταὶ ἀνέγραφον πατρόθεν τὸν τριήραρχον καὶ τὴν πόλιν . πρὸς δέ τι καὶ προσεβάλετο φίλος ἐὼν Ἀριαράμνης ἀνὴρ Πέρσης παρεὼν τούτου τοῦ Φοινικηίου πάθεος . οἳ μὲν δὴ πρὸς τοὺς Φοίνικας ἐτράποντο .
8.91 τῶν δὲ βαρβάρων ἐς φυγὴν τραπομένων καὶ ἐκπλεόντων πρὸς τὸ Φάληρον , Αἰγινῆται ὑποστάντες ἐν τῷ πορθμῷ ἔργα ἀπεδέξαντο λόγου ἄξια . οἱ μὲν γὰρ Ἀθηναῖοι ἐν τῷ θορύβῳ ἐκεράιζον τάς τε ἀντισταμένας καὶ τὰς φευγούσας τῶν νεῶν , οἱ δὲ Αἰγινῆται τὰς ἐκπλεούσας · ὅκως δὲ τινὲς τοὺς Ἀθηναίους διαφύγοιεν , φερόμενοι ἐσέπιπτον ἐς τοὺς Αἰγινήτας .
8.92 ἐνθαῦτα συνεκύρεον νέες τε Θεμιστοκλέος διώκουσα νέα καὶ Πολυκρίτου τοῦ Κριοῦ ἀνδρὸς Αἰγινήτεω νηὶ ἐμβαλοῦσα Σιδωνίῃ , περ εἷλε τὴν προφυλάσσουσαν ἐπὶ Σκιάθῳ τὴν Αἰγιναίην , ἐπ’ ἧς ἔπλεε Πυθέης Ἰσχενόου , τὸν οἱ Πέρσαι κατακοπέντα ἀρετῆς εἵνεκα εἶχον ἐν τῇ νηὶ ἐκπαγλεόμενοι · τὸν δὴ περιάγουσα ἅμα τοῖσι Πέρσῃσι ἥλω νηῦς Σιδωνίη , ὥστε Πυθέην οὕτω σωθῆναι ἐς Αἴγιναν . ὡς δὲ ἐσεῖδε τὴν νέα τὴν Ἀττικὴν Πολύκριτος , ἔγνω τὸ σημήιον ἰδὼν τῆς στρατηγίδος , καὶ βώσας τὸν Θεμιστοκλέα ἐπεκερτόμησε ἐς τῶν Αἰγινητέων τὸν μηδισμὸν ὀνειδίζων . ταῦτα μέν νυν νηὶ ἐμβαλὼν Πολύκριτος ἀπέρριψε ἐς Θεμιστοκλέα · οἱ δὲ βάρβαροι τῶν αἱ νέες περιεγένοντο , φεύγοντες ἀπίκοντο ἐς Φάληρον ὑπὸ τὸν πεζὸν στρατόν .