8.89 τῶν δὲ βαρβάρων οἱ πολλοὶ ἐν τῇ θαλάσσῃ διεφθάρησαν νέειν οὐκ ἐπιστάμενοι . ἐπεὶ δὲ αἱ πρῶται ἐς φυγὴν ἐτράποντο , ἐνθαῦτα αἱ πλεῖσται διεφθείροντο · οἱ γὰρ ὄπισθε τεταγμένοι , ἐς τὸ πρόσθε τῇσι νηυσὶ παριέναι πειρώμενοι ὡς ἀποδεξόμενοί τι καὶ αὐτοὶ ἔργον βασιλέι , τῇσι σφετέρῃσι νηυσὶ φευγούσῃσι περιέπιπτον .
8.90 ἐγένετο δὲ καὶ τόδε ἐν τῷ θορύβῳ τούτῳ . τῶν τινες Φοινίκων , τῶν αἱ νέες διεφθάρατο , ἐλθόντες παρὰ βασιλέα διέβαλλον τοὺς Ἴωνας , ὡς δι’ ἐκείνους ἀπολοίατο αἱ νέες , ὡς προδόντων . συνήνεικε ὦν οὕτω ὥστε Ἰώνων τε τοὺς στρατηγοὺς μὴ ἀπολέσθαι Φοινίκων τε τοὺς διαβάλλοντας λαβεῖν τοιόνδε μισθόν . ἔτι τούτων ταῦτα λεγόντων ἐνέβαλε νηὶ Ἀττικῇ Σαμοθρηικίη νηῦς . τε δὴ Ἀττικὴ κατεδύετο καὶ ἐπιφερομένη Αἰγιναίη νηῦς κατέδυσε τῶν Σαμοθρηίκων τὴν νέα . ἅτε δὲ ἐόντες ἀκοντισταὶ οἱ Σαμοθρήικες τοὺς ἐπιβάτας ἀπὸ τῆς καταδυσάσης νεὸς βάλλοντες ἀπήραξαν καὶ ἐπέβησάν τε καὶ ἔσχον αὐτήν . ταῦτα γενόμενα τοὺς Ἴωνας ἐρρύσατο · ὡς γὰρ εἶδε σφέας Ξέρξης ἔργον μέγα ἐργασαμένους , ἐτράπετο πρὸς τοὺς Φοίνικας οἷα ὑπερλυπεόμενός τε καὶ πάντας αἰτιώμενος , καὶ σφεων ἐκέλευσε τὰς κεφαλὰς ἀποταμεῖν , ἵνα μὴ αὐτοὶ κακοὶ γενόμενοι τοὺς ἀμείνονας διαβάλλωσι .