8.87 ὡς δὲ ἐνέβαλέ τε καὶ κατέδυσε , εὐτυχίῃ χρησαμένη διπλᾶ ἑωυτὴν ἀγαθὰ ἐργάσατο . τε γὰρ τῆς Ἀττικῆς νεὸς τριήραρχος ὡς εἶδέ μιν ἐμβάλλουσαν νηὶ ἀνδρῶν βαρβάρων , νομίσας τὴν νέα τὴν Ἀρτεμισίης Ἑλληνίδα εἶναι αὐτομολέειν ἐκ τῶν βαρβάρων καὶ αὐτοῖσι ἀμύνειν , ἀποστρέψας πρὸς ἄλλας ἐτράπετο .
8.88 τοῦτο μὲν τοιοῦτο αὐτῇ συνήνεικε γενέσθαι διαφυγεῖν τε καὶ μὴ ἀπολέσθαι , τοῦτο δὲ συνέβη ὥστε κακὸν ἐργασαμένην ἀπὸ τούτων αὐτὴν μάλιστα εὐδοκιμῆσαι παρὰ Ξέρξῃ . λέγεται γὰρ βασιλέα θηεύμενον μαθεῖν τὴν νέα ἐμβαλοῦσαν , καὶ δή τινα εἰπεῖν τῶν παρεόντων ʹ δέσποτα , ὁρᾷς Ἀρτεμισίην ὡς εὖ ἀγωνίζεται καὶ νέα τῶν πολεμίων κατέδυσε ; ʹ καὶ τὸν ἐπειρέσθαι εἰ ἀληθέως ἐστὶ Ἀρτεμισίης τὸ ἔργον , καὶ τοὺς φάναι , σαφέως τὸ ἐπίσημον τῆς νεὸς ἐπισταμένους · τὴν δὲ διαφθαρεῖσαν ἠπιστέατο εἶναι πολεμίην . τά τε γὰρ ἄλλα , ὡς εἴρηται , αὐτῇ συνήνεικε ἐς εὐτυχίην γενόμενα , καὶ τὸ τῶν ἐκ τῆς Καλυνδικῆς νεὸς μηδένα ἀποσωθέντα κατήγορον γενέσθαι . Ξέρξην δὲ εἰπεῖν λέγεται πρὸς τὰ φραζόμενα ʹ οἱ μὲν ἄνδρες γεγόνασί μοι γυναῖκες , αἱ δὲ γυναῖκες ἄνδρες . ʹ ταῦτα μὲν Ξέρξην φασὶ εἰπεῖν .
8.89 ἐν δὲ τῷ πόνῳ τούτῳ ἀπὸ μὲν ἔθανε στρατηγὸς Ἀριαβίγνης Δαρείου , Ξέρξεω ἐὼν ἀδελφεός , ἀπὸ δὲ ἄλλοι πολλοί τε καὶ ὀνομαστοὶ Περσέων καὶ Μήδων καὶ τῶν ἄλλων συμμάχων , ὀλίγοι δὲ τινὲς καὶ Ἑλλήνων · ἅτε γὰρ νέειν ἐπιστάμενοι , τοῖσι αἱ νέες διεφθείροντο , καὶ μὴ ἐν χειρῶν νόμῳ ἀπολλύμενοι , ἐς τὴν Σαλαμῖνα διένεον .