8.86 περὶ μέν νυν τούτους οὕτω εἶχε · τὸ δὲ πλῆθος τῶν νεῶν ἐν τῇ Σαλαμῖνι ἐκεραΐζετο , αἳ μὲν ὑπ’ Ἀθηναίων διαφθειρόμεναι αἳ δὲ ὑπ’ Αἰγινητέων . ἅτε γὰρ τῶν μὲν Ἑλλήνων σὺν κόσμῳ ναυμαχεόντων καὶ κατὰ τάξιν , τῶν δὲ βαρβάρων οὔτε τεταγμένων ἔτι οὔτε σὺν νόῳ ποιεόντων οὐδέν , ἔμελλε τοιοῦτό σφι συνοίσεσθαι οἷόν περ ἀπέβη . καίτοι ἦσάν γε καὶ ἐγένοντο ταύτην τὴν ἡμέρην μακρῷ ἀμείνονες αὐτοὶ ἑωυτῶν πρὸς Εὐβοίῃ , πᾶς τις προθυμεόμενος καὶ δειμαίνων Ξέρξην , ἐδόκεέ τε ἕκαστος ἑωυτὸν θεήσασθαι βασιλέα .
8.87 κατὰ μὲν δὴ τοὺς ἄλλους οὐκ ἔχω μετεξετέρους εἰπεῖν ἀτρεκέως ὡς ἕκαστοι τῶν βαρβάρων τῶν Ἑλλήνων ἠγωνίζοντο · κατὰ δὲ Ἀρτεμισίην τάδε ἐγένετο , ἀπ’ ὧν εὐδοκίμησε μᾶλλον ἔτι παρὰ βασιλέι . ἐπειδὴ γὰρ ἐς θόρυβον πολλὸν ἀπίκετο τὰ βασιλέος πρήγματα , ἐν τούτῳ τῷ καιρῷ νηῦς Ἀρτεμισίης ἐδιώκετο ὑπὸ νεὸς Ἀττικῆς · καὶ οὐκ ἔχουσα διαφυγεῖν , ἔμπροσθε γὰρ αὐτῆς ἦσαν ἄλλαι νέες φίλιαι , δὲ αὐτῆς πρὸς τῶν πολεμίων μάλιστα ἐτύγχανε ἐοῦσα , ἔδοξέ οἱ τόδε ποιῆσαι , τὸ καὶ συνήνεικε ποιησάσῃ . διωκομένη γὰρ ὑπὸ τῆς Ἀττικῆς φέρουσα ἐνέβαλε νηὶ φιλίῃ ἀνδρῶν τε Καλυνδέων καὶ αὐτοῦ ἐπιπλέοντος τοῦ Καλυνδέων βασιλέος Δαμασιθύμου . εἰ μὲν καί τι νεῖκος πρὸς αὐτὸν ἐγεγόνεε ἔτι περὶ Ἑλλήσποντον ἐόντων , οὐ μέντοι ἔχω γε εἰπεῖν οὔτε εἰ ἐκ προνοίης αὐτὰ ἐποίησε , οὔτε εἰ συνεκύρησε τῶν Καλυνδέων κατὰ τύχην παραπεσοῦσα νηῦς .