8.84 Ἀθηναῖοι μὲν οὕτω λέγουσι τῆς ναυμαχίης γενέσθαι τὴν ἀρχήν , Αἰγινῆται δὲ τὴν κατὰ τοὺς Αἰακίδας ἀποδημήσασαν ἐς Αἴγιναν , ταύτην εἶναι τὴν ἄρξασαν . λέγεται δὲ καὶ τάδε , ὡς φάσμα σφι γυναικὸς ἐφάνη , φανεῖσαν δὲ διακελεύσασθαι ὥστε καὶ ἅπαν ἀκοῦσαι τὸ τῶν Ἑλλήνων στρατόπεδον , ὀνειδίσασαν πρότερον τάδε , ʹ δαιμόνιοι , μέχρι κόσου ἔτι πρύμνην ἀνακρούεσθε ; ʹ
8.85 κατὰ μὲν δὴ Ἀθηναίους ἐτετάχατο Φοίνικες ʹοὗτοι γὰρ εἶχον τὸ πρὸς Ἐλευσῖνός τε καὶ ἑσπέρης κέρασ̓ , κατὰ δὲ Λακεδαιμονίους Ἴωνες · οὗτοι δ’ εἶχον τὸ πρὸς τὴν ἠῶ τε καὶ τὸν Πειραιέα . ἐθελοκάκεον μέντοι αὐτῶν κατὰ τὰς Θεμιστοκλέος ἐντολὰς ὀλίγοι , οἱ δὲ πλεῦνες οὔ . ἔχω μέν νυν συχνῶν οὐνόματα τριηράρχων καταλέξαι τῶν νέας Ἑλληνίδας ἑλόντων , χρήσομαι δὲ αὐτοῖσι οὐδὲν πλὴν Θεομήστορός τε τοῦ Ἀνδροδάμαντος καὶ Φυλάκου τοῦ Ἱστιαίου , Σαμίων ἀμφοτέρων . τοῦδε δὲ εἵνεκα μέμνημαι τούτων μούνων , ὅτι Θεομήστωρ μὲν διὰ τοῦτο τὸ ἔργον Σάμου ἐτυράννευσε καταστησάντων τῶν Περσέων , Φύλακος δὲ εὐεργέτης βασιλέος ἀνεγράφη καὶ χώρῃ ἐδωρήθη πολλῇ . οἱ δ’ εὐεργέται βασιλέος ὀροσάγγαι καλέονται Περσιστί .