8.82 ἀπιστεόντων δὲ τούτων ἧκε τριήρης ἀνδρῶν Τηνίων αὐτομολέουσα , τῆς ἦρχε ἀνὴρ Παναίτιος Σωσιμένεος , περ δὴ ἔφερε τὴν ἀληθείην πᾶσαν . διὰ δὲ τοῦτο τὸ ἔργον ἐνεγράφησαν Τήνιοι ἐν Δελφοῖσι ἐς τὸν τρίποδα ἐν τοῖσι τὸν βάρβαρον κατελοῦσι . σὺν δὲ ὦν ταύτῃ τῇ νηὶ τῇ αὐτομολησάσῃ ἐς Σαλαμῖνα καὶ τῇ πρότερον ἐπ’ Ἀρτεμίσιον τῇ Λημνίῃ ἐξεπληροῦτο τὸ ναυτικὸν τοῖσι Ἕλλησι ἐς τὰς ὀγδώκοντα καὶ τριηκοσίας νέας · δύο γὰρ δὴ νεῶν τότε κατέδεε ἐς τὸν ἀριθμόν .
8.83 τοῖσι δὲ Ἕλλησι ὡς πιστὰ δὴ τὰ λεγόμενα ἦν τῶν Τηνίων ῥήματα , παρεσκευάζοντο ὡς ναυμαχήσοντες . ἠώς τε διέφαινε καὶ οἳ σύλλογον τῶν ἐπιβατέων ποιησάμενοι , προηγόρευε εὖ ἔχοντα μὲν ἐκ πάντων Θεμιστοκλέης , τὰ δὲ ἔπεα ἦν πάντα κρέσσω τοῖσι ἥσσοσι ἀντιτιθέμενα , ὅσα δὴ ἐν ἀνθρώπου φύσι καὶ καταστάσι ἐγγίνεται · παραινέσας δὲ τούτων τὰ κρέσσω αἱρέεσθαι καὶ καταπλέξας τὴν ῥῆσιν , ἐσβαίνειν ἐκέλευε ἐς τὰς νέας . καὶ οὗτοι μὲν δὴ ἐσέβαινον , καὶ ἧκε ἀπ’ Αἰγίνης τριήρης , κατὰ τοὺς Αἰακίδας ἀπεδήμησε .
8.84 ἐνθαῦτα ἀνῆγον τὰς νέας ἁπάσας Ἕλληνες , ἀναγομένοισι δέ σφι αὐτίκα ἐπεκέατο οἱ βάρβαροι . οἱ μὲν δὴ ἄλλοι Ἕλληνες ἐπὶ πρύμνην ἀνεκρούοντο καὶ ὤκελλον τὰς νέας , Ἀμεινίης δὲ Παλληνεὺς ἀνὴρ Ἀθηναῖος ἐξαναχθεὶς νηὶ ἐμβάλλει · συμπλακείσης δὲ τῆς νεὸς καὶ οὐ δυναμένων ἀπαλλαγῆναι , οὕτω δὴ οἱ ἄλλοι Ἀμεινίῃ βοηθέοντες συνέμισγον .