8.79 λέγω δέ τοι ὅτι ἴσον ἐστὶ πολλά τε καὶ ὀλίγα λέγειν περὶ ἀποπλόου τοῦ ἐνθεῦτεν Πελοποννησίοισι . ἐγὼ γὰρ αὐτόπτης τοι λέγω γενόμενος ὅτι νῦν οὐδ’ ἢν θέλωσι Κορίνθιοί τε καὶ αὐτὸς Εὐρυβιάδης οἷοί τε ἔσονται ἐκπλῶσαι · περιεχόμεθα γὰρ ὑπὸ τῶν πολεμίων κύκλῳ . ἀλλ’ ἐσελθών σφι ταῦτα σήμηνον . ʹ δ’ ἀμείβετο τοῖσιδε .
8.80 ʹ κάρτα τε χρηστὰ διακελεύεαι καὶ εὖ ἤγγειλας · τὰ γὰρ ἐγὼ ἐδεόμην γενέσθαι , αὐτὸς αὐτόπτης γενόμενος ἥκεις . ἴσθι γὰρ ἐξ ἐμέο τὰ ποιεύμενα ὑπὸ Μήδων · ἔδεε γάρ , ὅτε οὐκ ἑκόντες ἤθελον ἐς μάχην κατίστασθαι οἱ Ἕλληνες , ἀέκοντας παραστήσασθαι . σὺ δὲ ἐπεί περ ἥκεις χρηστὰ ἀπαγγέλλων , αὐτός σφι ἄγγειλον . ἢν γὰρ ἐγὼ αὐτὰ λέγω , δόξω πλάσας λέγειν καὶ οὐ πείσω , ὡς οὐ ποιεύντων τῶν βαρβάρων ταῦτα . ἀλλά σφι σήμηνον αὐτὸς παρελθὼν ὡς ἔχει . ἐπεὰν δὲ σημήνῃς , ἢν μὲν πείθωνται , ταῦτα δὴ τὰ κάλλιστα , ἢν δὲ αὐτοῖσι μὴ πιστὰ γένηται , ὅμοιον ἡμῖν ἔσται · οὐ γὰρ ἔτι διαδρήσονται , εἴ περ περιεχόμεθα πανταχόθεν , ὡς σὺ λέγεις . ʹ
8.81 ἐνθαῦτα ἔλεγε παρελθὼν Ἀριστείδης , φάμενος ἐξ Αἰγίνης τε ἥκειν καὶ μόγις ἐκπλῶσαι λαθὼν τοὺς ἐπορμέοντας · περιέχεσθαι γὰρ πᾶν τὸ στρατόπεδον τὸ Ἑλληνικὸν ὑπὸ τῶν νεῶν τῶν Ξέρξεω · παραρτέεσθαι τε συνεβούλευε ὡς ἀλεξησομένους . καὶ μὲν ταῦτα εἴπας μετεστήκεε , τῶν δὲ αὖτις ἐγίνετο λόγων ἀμφισβασίη · οἱ γὰρ πλεῦνες τῶν στρατηγῶν οὐκ ἐπείθοντο τὰ ἐσαγγελθέντα .