8.77 ʹ χαλκὸς γὰρ χαλκῷ συμμίξεται , αἵματι δ’ Ἄρης | πόντον φοινίξει . τότ’ ἐλεύθερον Ἑλλάδος ἦμαρ | εὐρύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη . ʹ ἐς τοιαῦτα μὲν καὶ οὕτω ἐναργέως λέγοντι Βάκιδι ἀντιλογίης χρησμῶν πέρι οὔτε αὐτὸς λέγειν τολμέω οὔτε παρ’ ἄλλων ἐνδέκομαι .
8.78 τῶν δὲ ἐν Σαλαμῖνι στρατηγῶν ἐγίνετο ὠθισμὸς λόγων πολλός · ᾔδεσαν δὲ οὔκω ὅτι σφέας περιεκυκλοῦντο τῇσι νηυσὶ οἱ βάρβαροι , ἀλλ’ ὥσπερ τῆς ἡμέρης ὥρων αὐτοὺς τεταγμένους , ἐδόκεον κατὰ χώρην εἶναι .
8.79 συνεστηκότων δὲ τῶν στρατηγῶν , ἐξ Αἰγίνης διέβη Ἀριστείδης Λυσιμάχου , ἀνὴρ Ἀθηναῖος μὲν ἐξωστρακισμένος δὲ ὑπὸ τοῦ δήμου · τὸν ἐγὼ νενόμικα , πυνθανόμενος αὐτοῦ τὸν τρόπον , ἄριστον ἄνδρα γενέσθαι ἐν Ἀθήνῃσι καὶ δικαιότατον . οὗτος ὡνὴρ στὰς ἐπὶ τὸ συνέδριον ἐξεκαλέετο Θεμιστοκλέα , ἐόντα μὲν ἑωυτῷ οὐ φίλον ἐχθρὸν δὲ τὰ μάλιστα · ὑπὸ δὲ μεγάθεος τῶν παρεόντων κακῶν λήθην ἐκείνων ποιεύμενος ἐξεκαλέετο , θέλων αὐτῷ συμμῖξαι · προακηκόεε δὲ ὅτι σπεύδοιεν οἱ ἀπὸ Πελοποννήσου ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμόν . ὡς δὲ ἐξῆλθέ οἱ Θεμιστοκλέης , ἔλεγε Ἀριστείδης τάδε . ʹ ἡμέας στασιάζειν χρεόν ἐστι ἔν τε τῷ ἄλλῳ καιρῷ καὶ δὴ καὶ ἐν τῷδε περὶ τοῦ ὁκότερος ἡμέων πλέω ἀγαθὰ τὴν πατρίδα ἐργάσεται .