8.76 μὲν ταῦτά σφι σημήνας ἐκποδὼν ἀπαλλάσσετο · τοῖσι δὲ ὡς πιστὰ ἐγίνετο τὰ ἀγγελθέντα , τοῦτο μὲν ἐς τὴν νησῖδα τὴν Ψυττάλειαν , μεταξὺ Σαλαμῖνός τε κειμένην καὶ τῆς ἠπείρου , πολλοὺς τῶν Περσέων ἀπεβιβάσαντο · τοῦτο δέ , ἐπειδὴ ἐγίνοντο μέσαι νύκτες , ἀνῆγον μὲν τὸ ἀπ’ ἑσπέρης κέρας κυκλούμενοι πρὸς τὴν Σαλαμῖνα , ἀνῆγον δὲ οἱ ἀμφὶ τὴν Κέον τε καὶ τὴν Κυνόσουραν τεταγμένοι , κατεῖχόν τε μέχρι Μουνυχίης πάντα τὸν πορθμὸν τῇσι νηυσί . τῶνδε δὲ εἵνεκα ἀνῆγον τὰς νέας , ἵνα δὴ τοῖσι Ἕλλησι μηδὲ φυγεῖν ἐξῇ , ἀλλ’ ἀπολαμφθέντες ἐν τῇ Σαλαμῖνι δοῖεν τίσιν τῶν ἐπ’ Ἀρτεμισίῳ ἀγωνισμάτων . ἐς δὲ τὴν νησῖδα τὴν Ψυττάλειαν καλεομένην ἀπεβίβαζον τῶν Περσέων τῶνδε εἵνεκεν , ὡς ἐπεὰν γίνηται ναυμαχίη , ἐνθαῦτα μάλιστα ἐξοισομένων τῶν τε ἀνδρῶν καὶ τῶν ναυηγίων ʹἐν γὰρ δὴ πόρῳ τῆς ναυμαχίης τῆς μελλούσης ἔσεσθαι ἔκειτο νῆσοσ̓ , ἵνα τοὺς μὲν περιποιέωσι τοὺς δὲ διαφθείρωσι . ἐποίευν δὲ σιγῇ ταῦτα , ὡς μὴ πυνθανοίατο οἱ ἐναντίοι . οἱ μὲν δὴ ταῦτα τῆς νυκτὸς οὐδὲν ἀποκοιμηθέντες παραρτέοντο .
8.77 χρησμοῖσι δὲ οὐκ ἔχω ἀντιλέγειν ὡς οὐκ εἰσὶ ἀληθέες , οὐ βουλόμενος ἐναργέως λέγοντας πειρᾶσθαι καταβάλλειν , ἐς τοιάδε πρήγματα ἐσβλέψας . ʹ ἀλλ’ ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτήν | νηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουραν | ἐλπίδι μαινομένῃ , λιπαρὰς πέρσαντες Ἀθήνας , | δῖα δίκη σβέσσει κρατερὸν κόρον , ὕβριος υἱόν , | δεινὸν μαιμώοντα , δοκεῦντ’ ἀνὰ πάντα πίεσθαι . ʹ