8.70 τοὺς δὲ Ἕλληνας εἶχε δέος τε καὶ ἀρρωδίη , οὐκ ἥκιστα δὲ τοὺς ἀπὸ Πελοποννήσου · ἀρρώδεον δὲ ὅτι αὐτοὶ μὲν ἐν Σαλαμῖνι κατήμενοι ὑπὲρ γῆς τῆς Ἀθηναίων ναυμαχέειν μέλλοιεν , νικηθέντες τε ἐν νήσῳ ἀπολαμφθέντες πολιορκήσονται , ἀπέντες τὴν ἑωυτῶν ἀφύλακτον · τῶν δὲ βαρβάρων πεζὸς ὑπὸ τὴν παρεοῦσαν νύκτα ἐπορεύετο ἐπὶ τὴν Πελοπόννησον .
8.71 καίτοι τὰ δυνατὰ πάντα ἐμεμηχάνητο ὅκως κατ’ ἤπειρον μὴ ἐσβάλοιεν οἱ βάρβαροι . ὡς γὰρ ἐπύθοντο τάχιστα Πελοποννήσιοι τοὺς ἀμφὶ Λεωνίδην ἐν Θερμοπύλῃσι τετελευτηκέναι , συνδραμόντες ἐκ τῶν πολίων ἐς τὸν Ἰσθμὸν ἵζοντο , καί σφι ἐπῆν στρατηγὸς Κλεόμβροτος Ἀναξανδρίδεω , Λεωνίδεω δὲ ἀδελφεός . ἱζόμενοι δὲ ἐν τῷ Ἰσθμῷ καὶ συγχώσαντες τὴν Σκιρωνίδα ὁδόν , μετὰ τοῦτο ὥς σφι ἔδοξε βουλευομένοισι , οἰκοδόμεον διὰ τοῦ Ἰσθμοῦ τεῖχος . ἅτε δὲ ἐουσέων μυριάδων πολλέων καὶ παντὸς ἀνδρὸς ἐργαζομένου , ἤνετο τὸ ἔργον · καὶ γὰρ λίθοι καὶ πλίνθοι καὶ ξύλα καὶ φορμοὶ ψάμμου πλήρεες ἐσεφέροντο , καὶ ἐλίνυον οὐδένα χρόνον οἱ βοηθήσαντες ἐργαζόμενοι , οὔτε νυκτὸς οὔτε ἡμέρης .
8.72 οἱ δὲ βοηθήσαντες ἐς τὸν Ἰσθμὸν πανδημεὶ οἵδε ἦσαν Ἑλλήνων , Λακεδαιμόνιοί τε καὶ Ἀρκάδες πάντες καὶ Ἠλεῖοι καὶ Κορίνθιοι καὶ Ἐπιδαύριοι καὶ Φλιάσιοι καὶ Τροιζήνιοι καὶ Ἑρμιονέες . οὗτοι μὲν ἦσαν οἱ βοηθήσαντες καὶ ὑπεραρρωδέοντες τῇ Ἑλλάδι κινδυνευούσῃ · τοῖσι δὲ ἄλλοισι Πελοποννησίοισι ἔμελε οὐδέν . Ὀλύμπια δὲ καὶ Κάρνεια παροιχώκεε ἤδη .