8.73 οἰκέει δὲ τὴν Πελοπόννησον ἔθνεα ἑπτά . τούτων δὲ τὰ μὲν δύο αὐτόχθονα ἐόντα κατὰ χώρην ἵδρυται νῦν τε καὶ τὸ πάλαι οἴκεον , Ἀρκάδες τε καὶ Κυνούριοι · ἓν δὲ ἔθνος τὸ Ἀχαιϊκὸν ἐκ μὲν Πελοποννήσου οὐκ ἐξεχώρησε , ἐκ μέντοι τῆς ἑωυτῶν , οἰκέει δὲ τὴν ἀλλοτρίην . τὰ δὲ λοιπὰ ἔθνεα τῶν ἑπτὰ τέσσερα ἐπήλυδα ἐστί , Δωριέες τε καὶ Αἰτωλοὶ καὶ Δρύοπες καὶ Λήμνιοι . Δωριέων μὲν πολλαί τε καὶ δόκιμοι πόλιες , Αἰτωλῶν δὲ Ἦλις μούνη , Δρυόπων δὲ Ἑρμιών τε καὶ Ἀσίνη πρὸς Καρδαμύλῃ τῇ Λακωνικῇ , Λημνίων δὲ Παρωρεῆται πάντες . οἱ δὲ Κυνούριοι αὐτόχθονες ἐόντες δοκέουσι μοῦνοι εἶναι Ἴωνες , ἐκδεδωρίευνται δὲ ὑπό τε Ἀργείων ἀρχόμενοι καὶ τοῦ χρόνου , ἐόντες Ὀρνεῆται καὶ οἱ περίοικοι . τούτων ὦν τῶν ἑπτὰ ἐθνέων αἱ λοιπαὶ πόλιες , πάρεξ τῶν κατέλεξα , ἐκ τοῦ μέσου κατέατο · εἰ δὲ ἐλευθέρως ἔξεστι εἰπεῖν , ἐκ τοῦ κατήμενοι ἐμήδιζον .
8.74 οἳ μὲν δὴ ἐν τῷ Ἰσθμῷ τοιούτῳ πόνῳ συνέστασαν , ἅτε περὶ τοῦ παντὸς ἤδη δρόμου θέοντες καὶ τῇσι νηυσὶ οὐκ ἐλπίζοντες ἐλλάμψεσθαι · οἳ δὲ ἐν Σαλαμῖνι ὅμως ταῦτα πυνθανόμενοι ἀρρώδεον , οὐκ οὕτω περὶ σφίσι αὐτοῖσι δειμαίνοντες ὡς περὶ τῇ Πελοποννήσῳ .