8.68C ʹ ἢν δὲ αὐτίκα ἐπειχθῇς ναυμαχῆσαι , δειμαίνω μὴ ναυτικὸς στρατὸς κακωθεὶς τὸν πεζὸν προσδηλήσηται . πρὸς δὲ , βασιλεῦ , καὶ τόδε ἐς θυμὸν βάλευ , ὡς τοῖσι μὲν χρηστοῖσι τῶν ἀνθρώπων κακοὶ δοῦλοι φιλέουσι γίνεσθαι , τοῖσι δὲ κακοῖσι χρηστοί . σοὶ δὲ ἐόντι ἀρίστῳ ἀνδρῶν πάντων κακοὶ δοῦλοι εἰσί , οἳ ἐν συμμάχων λόγῳ λέγονται εἶναι ἐόντες Αἰγύπτιοί τε καὶ Κύπριοι καὶ Κίλικες καὶ Πάμφυλοι , τῶν ὄφελος ἐστὶ οὐδέν . ʹ
8.69 ταῦτα λεγούσης πρὸς Μαρδόνιον , ὅσοι μὲν ἦσαν εὔνοοι τῇ Ἀρτεμισίῃ , συμφορὴν ἐποιεῦντο τοὺς λόγους ὡς κακόν τι πεισομένης πρὸς βασιλέος , ὅτι οὐκ ἔα ναυμαχίην ποιέεσθαι · οἳ δὲ ἀγαιόμενοί τε καὶ φθονέοντες αὐτῇ , ἅτε ἐν πρώτοισι τετιμημένης διὰ πάντων τῶν συμμάχων , ἐτέρποντο τῇ ἀνακρίσι ὡς ἀπολεομένης αὐτῆς . ἐπεὶ δὲ ἀνηνείχθησαν αἱ γνῶμαι ἐς Ξέρξην , κάρτα τε ἥσθη τῇ γνώμῃ τῇ Ἀρτεμισίης , καὶ νομίζων ἔτι πρότερον σπουδαίην εἶναι τότε πολλῷ μᾶλλον αἴνεε . ὅμως δὲ τοῖσι πλέοσι πείθεσθαι ἐκέλευε , τάδε καταδόξας , πρὸς μὲν Εὐβοίῃ σφέας ἐθελοκακέειν ὡς οὐ παρεόντος αὐτοῦ , τότε δὲ αὐτὸς παρεσκεύαστο θεήσασθαι ναυμαχέοντας .
8.70 ἐπεὶ δὲ παρήγγελλον ἀναπλέειν , ἀνῆγον τὰς νέας ἐπὶ τὴν Σαλαμῖνα καὶ παρεκρίθησαν διαταχθέντες κατ’ ἡσυχίην . τότε μέν νυν οὐκ ἐξέχρησέ σφι ἡμέρη ναυμαχίην ποιήσασθαι · νὺξ γὰρ ἐπεγένετο · οἳ δὲ παρεσκευάζοντο ἐς τὴν ὑστεραίην .