8.68A ʹ εἰπεῖν μοι πρὸς βασιλέα , Μαρδόνιε , ὡς ἐγὼ τάδε λέγω , οὔτε κακίστη γενομένη ἐν τῇσι ναυμαχίῃσι τῇσι πρὸς Εὐβοίῃ οὔτε ἐλάχιστα ἀποδεξαμένη . δέσποτα , τὴν δὲ ἐοῦσαν γνώμην με δίκαιον ἐστὶ ἀποδείκνυσθαι , τὰ τυγχάνω φρονέουσα ἄριστα ἐς πρήγματα τὰ σά . καὶ τοι τάδε λέγω , φείδεο τῶν νεῶν μηδὲ ναυμαχίην ποιέο . οἱ γὰρ ἄνδρες τῶν σῶν ἀνδρῶν κρέσσονες τοσοῦτο εἰσὶ κατὰ θάλασσαν ὅσον ἄνδρες γυναικῶν . τί δὲ πάντως δέει σε ναυμαχίῃσι ἀνακινδυνεύειν ; οὐκ ἔχεις μὲν τὰς Ἀθήνας , τῶν περ εἵνεκα ὁρμήθης στρατεύεσθαι , ἔχεις δὲ τὴν ἄλλην Ἑλλάδα ; ἐμποδὼν δέ τοι ἵσταται οὐδείς · οἳ δέ τοι ἀντέστησαν , ἀπήλλαξαν οὕτω ὡς κείνους ἔπρεπε . ʹ
8.68B ʹ τῇ δὲ ἐγὼ δοκέω ἀποβήσεσθαι τὰ τῶν ἀντιπολέμων πρήγματα , τοῦτο φράσω . ἢν μὲν μὴ ἐπειχθῇς ναυμαχίην ποιεύμενος , ἀλλὰ τὰς νέας αὐτοῦ ἔχῃς πρὸς γῇ μένων καὶ προβαίνων ἐς τὴν Πελοπόννησον , εὐπετέως τοι δέσποτα χωρήσει τὰ νοέων ἐλήλυθας . οὐ γὰρ οἷοί τε πολλὸν χρόνον εἰσί τοι ἀντέχειν οἱ Ἕλληνες , ἀλλὰ σφέας διασκεδᾷς , κατὰ πόλις δὲ ἕκαστοι φεύξονται . οὔτε γὰρ σῖτος πάρα σφι ἐν τῇ νήσῳ ταύτῃ , ὡς ἐγὼ πυνθάνομαι , οὔτε αὐτοὺς οἰκός , ἢν σὺ ἐπὶ τὴν Πελοπόννησον ἐλαύνῃς τὸν πεζὸν στρατόν , ἀτρεμιεῖν τοὺς ἐκεῖθεν αὐτῶν ἥκοντας , οὐδέ σφι μελήσει πρὸ τῶν Ἀθηνέων ναυμαχέειν . ʹ