8.66 ἀντιθήσω γὰρ τοῖσί τε ὑπὸ τοῦ χειμῶνος αὐτῶν ἀπολομένοισι καὶ τοῖσι ἐν Θερμοπύλῃσι καὶ τῇσι ἐπ’ Ἀρτεμισίῳ ναυμαχίῃσι τούσδε τοὺς τότε οὔκω ἑπομένους βασιλέι , Μηλιέας καὶ Δωριέας καὶ Λοκροὺς καὶ Βοιωτοὺς πανστρατιῇ ἑπομένους πλὴν Θεσπιέων καὶ Πλαταιέων , καὶ μάλα Καρυστίους τε καὶ Ἀνδρίους καὶ Τηνίους τε καὶ τοὺς λοιποὺς νησιώτας πάντας , πλὴν τῶν πέντε πολίων τῶν ἐπεμνήσθημεν πρότερον τὰ οὐνόματα . ὅσῳ γὰρ δὴ προέβαινε ἐσωτέρω τῆς Ἑλλάδος Πέρσης , τοσούτῳ πλέω ἔθνεά οἱ εἵπετο .
8.67 ἐπεὶ ὦν ἀπίκατο ἐς τὰς Ἀθήνας πάντες οὗτοι πλὴν Παρίων ʹΠάριοι δὲ ὑπολειφθέντες ἐν Κύθνῳ ἐκαραδόκεον τὸν πόλεμον κῇ ἀποβήσεταἰ , οἱ δὲ λοιποὶ ὡς ἀπίκοντο ἐς τὸ Φάληρον , ἐνθαῦτα κατέβη αὐτὸς Ξέρξης ἐπὶ τὰς νέας , ἐθέλων σφι συμμῖξαί τε καὶ πυθέσθαι τῶν ἐπιπλεόντων τὰς γνώμας . ἐπεὶ δὲ ἀπικόμενος προΐζετο , παρῆσαν μετάπεμπτοι οἱ τῶν ἐθνέων τῶν σφετέρων τύραννοι καὶ ταξίαρχοι ἀπὸ τῶν νεῶν , καὶ ἵζοντο ὥς σφι βασιλεὺς ἑκάστῳ τιμὴν ἐδεδώκεε , πρῶτος μὲν Σιδώνιος βασιλεύς , μετὰ δὲ Τύριος , ἐπὶ δὲ ὧλλοι . ὡς δὲ κόσμῳ ἐπεξῆς ἵζοντο , πέμψας Ξέρξης Μαρδόνιον εἰρώτα ἀποπειρώμενος ἑκάστου εἰ ναυμαχίην ποιέοιτο .
8.68 ἐπεὶ δὲ περιιὼν εἰρώτα Μαρδόνιος ἀρξάμενος ἀπὸ τοῦ Σιδωνίου , οἱ μὲν ἄλλοι κατὰ τὠυτὸ γνώμην ἐξεφέροντο κελεύοντες ναυμαχίην ποιέεσθαι , Ἀρτεμισίη δὲ τάδε ἔφη .