8.65 τὴν δὲ ὁρτὴν ταύτην ἄγουσι Ἀθηναῖοι ἀνὰ πάντα ἔτεα τῇ Μητρὶ καὶ τῇ Κούρῃ , καὶ αὐτῶν τε βουλόμενος καὶ τῶν ἄλλων Ἑλλήνων μυεῖται · καὶ τὴν φωνὴν τῆς ἀκούεις ἐν ταύτῃ τῇ ὁρτῇ ἰακχάζουσι . ʹ πρὸς ταῦτα εἰπεῖν Δημάρητον ʹ σίγα τε καὶ μηδενὶ ἄλλῳ τὸν λόγον τοῦτον εἴπῃς · ἢν γάρ τοι ἐς βασιλέα ἀνενειχθῇ τὰ ἔπεα ταῦτα , ἀποβαλέεις τὴν κεφαλήν , καὶ σε οὔτε ἐγὼ δυνήσομαι ῥύσασθαι οὔτ’ ἄλλος ἀνθρώπων οὐδὲ εἶς . ἀλλ’ ἔχ’ ἥσυχος , περὶ δὲ στρατιῆς τῆσδε θεοῖσι μελήσει . ʹ τὸν μὲν δὴ ταῦτα παραινέειν , ἐκ δὲ τοῦ κονιορτοῦ καὶ τῆς φωνῆς γενέσθαι νέφος καὶ μεταρσιωθὲν φέρεσθαι ἐπὶ Σαλαμῖνος ἐπὶ τὸ στρατόπεδον τὸ τῶν Ἑλλήνων . οὕτω δὴ αὐτοὺς μαθεῖν ὅτι τὸ ναυτικὸν τὸ Ξέρξεω ἀπολέεσθαι μέλλοι . ταῦτα μὲν Δίκαιος Θεοκύδεος ἔλεγε , Δημαρήτου τε καὶ ἄλλων μαρτύρων καταπτόμενος .
8.66 οἱ δὲ ἐς τὸν Ξέρξεω ναυτικὸν στρατὸν ταχθέντες , ἐπειδὴ ἐκ Τρηχῖνος θεησάμενοι τὸ τρῶμα τὸ Λακωνικὸν διέβησαν ἐς τὴν Ἱστιαίην , ἐπισχόντες ἡμέρας τρεῖς ἔπλεον δι’ Εὐρίπου , καὶ ἐν ἑτέρῃσι τρισὶ ἡμέρῃσι ἐγένοντο ἐν Φαλήρῳ . ὡς μὲν ἐμοὶ δοκέειν , οὐκ ἐλάσσονες ἐόντες ἀριθμὸν ἐσέβαλον ἐς τὰς Ἀθήνας , κατά τε ἤπειρον καὶ τῇσι νηυσὶ ἀπικόμενοι , ἐπί τε Σηπιάδα ἀπίκοντο καὶ ἐς Θερμοπύλας ·