8.60B ʹ ἢν δὲ τὰ ἐγὼ λέγω ποιήσῃς , τοσάδε ἐν αὐτοῖσι χρηστὰ εὑρήσεις · πρῶτα μὲν ἐν στεινῷ συμβάλλοντες νηυσὶ ὀλίγῃσι πρὸς πολλάς , ἢν τὰ οἰκότα ἐκ τοῦ πολέμου ἐκβαίνῃ , πολλὸν κρατήσομεν · τὸ γὰρ ἐν στεινῷ ναυμαχέειν πρὸς ἡμέων ἐστί , ἐν εὐρυχωρίῃ δὲ πρὸς ἐκείνων . αὖτις δὲ Σαλαμὶς περιγίνεται , ἐς τὴν ἡμῖν ὑπέκκειται τέκνα τε καὶ γυναῖκες . καὶ μὲν καὶ τόδε ἐν αὐτοῖσι ἔνεστι , τοῦ καὶ περιέχεσθε μάλιστα · ὁμοίως αὐτοῦ τε μένων προναυμαχήσεις Πελοποννήσου καὶ πρὸς τῷ Ἰσθμῷ , οὐδὲ σφέας , εἴ περ εὖ φρονέεις , ἄξεις ἐπὶ τὴν Πελοπόννησον . ʹ
8.60C ʹ ἢν δέ γε καὶ τὰ ἐγὼ ἐλπίζω γένηται καὶ νικήσωμεν τῇσι νηυσί , οὔτε ὑμῖν ἐς τὸν Ἰσθμὸν παρέσονται οἱ βάρβαροι οὔτε προβήσονται ἑκαστέρω τῆς Ἀττικῆς , ἀπίασί τε οὐδενὶ κόσμῳ , Μεγάροισί τε κερδανέομεν περιεοῦσι καὶ Αἰγίνῃ καὶ Σαλαμῖνι , ἐν τῇ ἡμῖν καὶ λόγιον ἐστὶ τῶν ἐχθρῶν κατύπερθε γενέσθαι . οἰκότα μέν νυν βουλευομένοισι ἀνθρώποισι ὡς τὸ ἐπίπαν ἐθέλει γίνεσθαι · μὴ δὲ οἰκότα βουλευομένοισι οὐκ ἐθέλει οὐδὲ θεὸς προσχωρέειν πρὸς τὰς ἀνθρωπηίας γνώμας . ʹ
8.61 ταῦτα λέγοντος Θεμιστοκλέος αὖτις Κορίνθιος Ἀδείμαντος ἐπεφέρετο , σιγᾶν τε κελεύων τῷ μὴ ἐστὶ πατρὶς καὶ Εὐρυβιάδην οὐκ ἐῶν ἐπιψηφίζειν ἀπόλι ἀνδρί · πόλιν γὰρ τὸν Θεμιστοκλέα παρεχόμενον οὕτω ἐκέλευε γνώμας συμβάλλεσθαι . ταῦτα δέ οἱ προέφερε ὅτι ἡλώκεσάν τε καὶ κατείχοντο αἱ Ἀθῆναι .