8.61 τότε δὴ Θεμιστοκλέης κεῖνόν τε καὶ τοὺς Κορινθίους πολλά τε καὶ κακὰ ἔλεγε , ἑωυτοῖσι τε ἐδήλου λόγῳ ὡς εἴη καὶ πόλις καὶ γῆ μέζων περ ἐκείνοισι , ἔστ’ ἂν διηκόσιαι νέες σφι ἔωσι πεπληρωμέναι · οὐδαμοὺς γὰρ Ἑλλήνων αὐτοὺς ἐπιόντας ἀποκρούσεσθαι .
8.62 σημαίνων δὲ ταῦτα τῷ λόγῳ διέβαινε ἐς Εὐρυβιάδην , λέγων μᾶλλον ἐπεστραμμένα . ʹ σὺ εἰ μενέεις αὐτοῦ καὶ μένων ἔσεαι ἀνὴρ ἀγαθός · εἰ δὲ μή , ἀνατρέψεις τὴν Ἑλλάδα · τὸ πᾶν γὰρ ἡμῖν τοῦ πολέμου φέρουσι αἱ νέες . ἀλλ’ ἐμοὶ πείθεο . εἰ δὲ ταῦτα μὴ ποιήσῃς , ἡμεῖς μὲν ὡς ἔχομεν ἀναλαβόντες τοὺς οἰκέτας κομιεύμεθα ἐς Σῖριν τὴν ἐν Ἰταλίῃ , περ ἡμετέρη τε ἐστὶ ἐκ παλαιοῦ ἔτι , καὶ τὰ λόγια λέγει ὑπ’ ἡμέων αὐτὴν δέειν κτισθῆναι · ὑμεῖς δὲ συμμάχων τοιῶνδε μουνωθέντες μεμνήσεσθε τῶν ἐμῶν λόγων . ʹ
8.63 ταῦτα δὲ Θεμιστοκλέος λέγοντος ἀνεδιδάσκετο Εὐρυβιάδης · δοκέειν δέ μοι , ἀρρωδήσας μάλιστα τοὺς Ἀθηναίους ἀνεδιδάσκετο , μή σφεας ἀπολίπωσι , ἢν πρὸς τὸν Ἰσθμὸν ἀγάγῃ τὰς νέας · ἀπολιπόντων γὰρ Ἀθηναίων οὐκέτι ἐγίνοντο ἀξιόμαχοι οἱ λοιποί . ταύτην δὲ αἱρέεται τὴν γνώμην , αὐτοῦ μένοντας διαναυμαχέειν .
8.64 οὕτω μὲν οἱ περὶ Σαλαμῖνα ἔπεσι ἀκροβολισάμενοι , ἐπείτε Εὐρυβιάδῃ ἔδοξε , αὐτοῦ παρεσκευάζοντο ὡς ναυμαχήσοντες . ἡμέρη τε ἐγίνετο καὶ ἅμα τῷ ἡλίῳ ἀνιόντι σεισμὸς ἐγένετο ἔν τε τῇ γῇ καὶ τῇ θαλάσσῃ .