8.60 τότε μὲν ἠπίως πρὸς τὸν Κορίνθιον ἀμείψατο , πρὸς δὲ τὸν Εὐρυβιάδην ἔλεγε ἐκείνων μὲν ἔτι οὐδὲν τῶν πρότερον λεχθέντων , ὡς ἐπεὰν ἀπαείρωσι ἀπὸ Σαλαμῖνος διαδρήσονται · παρεόντων γὰρ τῶν συμμάχων οὐκ ἔφερέ οἱ κόσμον οὐδένα κατηγορέειν · δὲ ἄλλου λόγου εἴχετο , λέγων τάδε .
8.60A ʹ ἐν σοὶ νῦν ἐστὶ σῶσαι τὴν Ἑλλάδα , ἢν ἐμοὶ πείθῃ ναυμαχίην αὐτοῦ μένων ποιέεσθαι , μηδὲ πειθόμενος τούτων τοῖσι λόγοισι ἀναζεύξῃς πρὸς τὸν Ἰσθμὸν τὰς νέας . ἀντίθες γὰρ ἑκάτερον ἀκούσας . πρὸς μὲν τῷ Ἰσθμῷ συμβάλλων ἐν πελάγεϊ ἀναπεπταμένῳ ναυμαχήσεις , ἐς τὸ ἥκιστα ἡμῖν σύμφορον ἐστὶ νέας ἔχουσι βαρυτέρας καὶ ἀριθμὸν ἐλάσσονας · τοῦτο δὲ ἀπολέεις Σαλαμῖνά τε καὶ Μέγαρα καὶ Αἴγιναν , ἤν περ καὶ τὰ ἄλλα εὐτυχήσωμεν . ἅμα δὲ τῷ ναυτικῷ αὐτῶν ἕψεται καὶ πεζὸς στρατός , καὶ οὕτω σφέας αὐτὸς ἄξεις ἐπὶ τὴν Πελοπόννησον , κινδυνεύσεις τε ἁπάσῃ τῇ Ἑλλάδι . ʹ