8.42 ναύαρχος μέν νυν ἐπῆν ὡυτὸς ὅς περ ἐπ’ Ἀρτεμισίῳ , Εὐρυβιάδης Εὐρυκλείδεω ἀνὴρ Σπαρτιήτης , οὐ μέντοι γένεος τοῦ βασιληίου ἐών · νέας δὲ πολλῷ πλείστας τε καὶ ἄριστα πλεούσας παρείχοντο Ἀθηναῖοι .
8.43 ἐστρατεύοντο δὲ οἵδε · ἐκ μὲν Πελοποννήσου Λακεδαιμόνιοι ἑκκαίδεκα νέας παρεχόμενοι , Κορίνθιοι δὲ τὸ αὐτὸ πλήρωμα παρεχόμενοι καὶ ἐπ’ Ἀρτεμισίῳ · Σικυώνιοι δὲ πεντεκαίδεκα παρείχοντο νέας , Ἐπιδαύριοι δὲ δέκα , Τροιζήνιοι δὲ πέντε , Ἑρμιονέες δὲ τρεῖς , ἐόντες οὗτοι πλὴν Ἑρμιονέων Δωρικόν τε καὶ Μακεδνὸν ἔθνος , ἐξ Ἐρινεοῦ τε καὶ Πίνδου καὶ τῆς Δρυοπίδος ὕστατα ὁρμηθέντες . οἱ δὲ Ἑρμιονέες εἰσὶ Δρύοπες , ὑπὸ Ἡρακλέος τε καὶ Μηλιέων ἐκ τῆς νῦν Δωρίδος καλεομένης χώρης ἐξαναστάντες .
8.44 οὗτοι μέν νυν Πελοποννησίων ἐστρατεύοντο , οἱ δὲ ἐκ τῆς ἔξω ἠπείρου , Ἀθηναῖοι μὲν πρὸς πάντας τοὺς ἄλλους παρεχόμενοι νέας ὀγδώκοντα καὶ ἑκατόν , μοῦνοι · ἐν Σαλαμῖνι γὰρ οὐ συνεναυμάχησαν Πλαταιέες Ἀθηναίοισι διὰ τοιόνδε τι πρῆγμα · ἀπαλλασσομένων τῶν Ἑλλήνων ἀπὸ τοῦ Ἀρτεμισίου , ὡς ἐγίνοντο κατὰ Χαλκίδα , οἱ Πλαταιέες ἀποβάντες ἐς τὴν περαίην τῆς Βοιωτίης χώρης πρὸς ἐκκομιδὴν ἐτράποντο τῶν οἰκετέων . οὗτοι μέν νυν τούτους σώζοντες ἐλείφθησαν . Ἀθηναῖοι δὲ ἐπὶ μὲν Πελασγῶν ἐχόντων τὴν νῦν Ἑλλάδα καλεομένην ἦσαν Πελασγοί , ὀνομαζόμενοι Κραναοί , ἐπὶ δὲ Κέκροπος βασιλέος ἐκλήθησαν Κεκροπίδαι , ἐκδεξαμένου δὲ Ἐρεχθέος τὴν ἀρχὴν Ἀθηναῖοι μετωνομάσθησαν , Ἴωνος δὲ τοῦ Ξούθου στρατάρχεω γενομένου Ἀθηναίοισι ἐκλήθησαν ἀπὸ τούτου Ἴωνες .