8.40 δοκέοντες γὰρ εὑρήσειν Πελοποννησίους πανδημεὶ ἐν τῇ Βοιωτίῃ ὑποκατημένους τὸν βάρβαρον , τῶν μὲν εὗρον οὐδὲν ἐόν , οἳ δὲ ἐπυνθάνοντο τὸν Ἰσθμὸν αὐτοὺς τειχέοντας , ὡς τὴν Πελοπόννησον περὶ πλείστου τε ποιευμένους περιεῖναι καὶ ταύτην ἔχοντας ἐν φυλακῇ , τὰ ἄλλα δὲ ἀπιέναι . ταῦτα πυνθανόμενοι οὕτω δὴ προσεδεήθησαν σφέων σχεῖν πρὸς τὴν Σαλαμῖνα .
8.41 οἱ μὲν δὴ ἄλλοι κατέσχον ἐς τὴν Σαλαμῖνα , Ἀθηναῖοι δὲ ἐς τὴν ἑωυτῶν . μετὰ δὲ τὴν ἄπιξιν κήρυγμα ἐποιήσαντο , Ἀθηναίων τῇ τις δύναται σώζειν τέκνα τε καὶ τοὺς οἰκέτας . ἐνθαῦτα οἱ μὲν πλεῖστοι ἐς Τροίζηνα ἀπέστειλαν , οἳ δὲ ἐς Αἴγιναν , οἳ δὲ ἐς Σαλαμῖνα . ἔσπευσαν δὲ ταῦτα ὑπεκθέσθαι τῷ χρηστηρίῳ τε βουλόμενοι ὑπηρετέειν καὶ δὴ καὶ τοῦδε εἵνεκα οὐκ ἥκιστα . λέγουσι Ἀθηναῖοι ὄφιν μέγαν φύλακα τῆς ἀκροπόλιος ἐνδιαιτᾶσθαι ἐν τῷ ἱρῷ · λέγουσί τε ταῦτα καὶ δὴ ὡς ἐόντι ἐπιμήνια ἐπιτελέουσι προτιθέντες · τὰ δ’ ἐπιμήνια μελιτόεσσα ἐστί . αὕτη δὴ μελιτόεσσα ἐν τῷ πρόσθε αἰεὶ χρόνῳ ἀναισιμουμένη τότε ἦν ἄψαυστος . σημηνάσης δὲ ταῦτα τῆς ἱρείης , μᾶλλόν τι οἱ Ἀθηναῖοι καὶ προθυμότερον ἐξέλιπον τὴν πόλιν , ὡς καὶ τῆς θεοῦ ἀπολελοιπυίης τὴν ἀκρόπολιν . ὡς δέ σφι πάντα ὑπεξέκειτο , ἔπλεον ἐς τὸ στρατόπεδον .
8.42 ἐπεὶ δὲ οἱ ἀπ’ Ἀρτεμισίου ἐς Σαλαμῖνα κατέσχον τὰς νέας , συνέρρεε καὶ λοιπὸς πυνθανόμενος τῶν Ἑλλήνων ναυτικὸς στρατὸς ἐκ Τροίζηνος · ἐς γὰρ Πώγωνα τὸν Τροιζηνίων λιμένα προείρητο συλλέγεσθαι . συνελέχθησάν τε δὴ πολλῷ πλεῦνες νέες ἐπ’ Ἀρτεμισίῳ ἐναυμάχεον καὶ ἀπὸ πολίων πλεύνων .