8.45 Μεγαρέες δὲ τὠυτὸ πλήρωμα παρείχοντο καὶ ἐπ’ Ἀρτεμισίῳ , Ἀμπρακιῶται δὲ ἑπτὰ νέας ἔχοντες ἐπεβοήθησαν , Λευκάδιοι δὲ τρεῖς , ἔθνος ἐόντες οὗτοι Δωρικὸν ἀπὸ Κορίνθου .
8.46 νησιωτέων δὲ Αἰγινῆται τριήκοντα παρείχοντο . ἦσαν μέν σφι καὶ ἄλλαι πεπληρωμέναι νέες , ἀλλὰ τῇσι μὲν τὴν ἑωυτῶν ἐφύλασσον , τριήκοντα δὲ τῇσι ἄριστα πλεούσῃσι ἐν Σαλαμῖνι ἐναυμάχησαν . Αἰγινῆται δὲ εἰσὶ Δωριέες ἀπὸ Ἐπιδαύρου · τῇ δὲ νήσῳ πρότερον οὔνομα ἦν Οἰνώνη . μετὰ δὲ Αἰγινήτας Χαλκιδέες τὰς ἐπ’ Ἀρτεμισίῳ εἴκοσι παρεχόμενοι καὶ Ἐρετριέες τὰς ἑπτά · οὗτοι δὲ Ἴωνες εἰσί . μετὰ δὲ Κήιοι τὰς αὐτὰς παρεχόμενοι , ἔθνος ἐὸν Ἰωνικὸν ἀπὸ Ἀθηνέων . Νάξιοι δὲ παρείχοντο τέσσερας , ἀποπεμφθέντες μὲν ἐς τοὺς Μήδους ὑπὸ τῶν πολιητέων κατά περ οἱ ἄλλοι νησιῶται , ἀλογήσαντες δὲ τῶν ἐντολέων ἀπίκατο ἐς τοὺς Ἕλληνας Δημοκρίτου σπεύσαντος , ἀνδρὸς τῶν ἀστῶν δοκίμου καὶ τότε τριηραρχέοντος . Νάξιοι δὲ εἰσὶ Ἴωνες ἀπὸ Ἀθηνέων γεγονότες . Στυρέες δὲ τὰς αὐτὰς παρείχοντο νέας τάς περ ἐπ’ Ἀρτεμισίῳ , Κύθνιοι δὲ μίαν καὶ πεντηκόντερον , ἐόντες συναμφότεροι οὗτοι Δρύοπες . καὶ Σερίφιοί τε καὶ Σίφνιοι καὶ Μήλιοι ἐστρατεύοντο · οὗτοι γὰρ οὐκ ἔδοσαν μοῦνοι νησιωτέων τῷ βαρβάρῳ γῆν τε καὶ ὕδωρ .
8.47 οὗτοι μὲν ἅπαντες ἐντὸς οἰκημένοι Θεσπρωτῶν καὶ Ἀχέροντος ποταμοῦ ἐστρατεύοντο · Θεσπρωτοὶ γὰρ εἰσὶ ὁμουρέοντες Ἀμπρακιώτῃσι καὶ Λευκαδίοισι , οἳ ἐξ ἐσχατέων χωρέων ἐστρατεύοντο . τῶν δὲ ἐκτὸς τούτων οἰκημένων Κροτωνιῆται μοῦνοι ἦσαν οἳ ἐβοήθησαν τῇ Ἑλλάδι κινδυνευούσῃ μιῇ νηί , τῆς ἦρχε ἀνὴρ τρὶς πυθιονίκης Φάυλλος · Κροτωνιῆται δὲ γένος εἰσὶ Ἀχαιοί .