8.38 συμμιγέντων δὲ τούτων πάντων , φόβος τοῖσι βαρβάροισι ἐνεπεπτώκεε . μαθόντες δὲ οἱ Δελφοὶ φεύγοντας σφέας , ἐπικαταβάντες ἀπέκτειναν πλῆθός τι αὐτῶν . οἱ δὲ περιεόντες ἰθὺ Βοιωτῶν ἔφευγον . ἔλεγον δὲ οἱ ἀπονοστήσαντες οὗτοι τῶν βαρβάρων , ὡς ἐγὼ πυνθάνομαι , ὡς πρὸς τούτοισι καὶ ἄλλα ὥρων θεῖα · δύο γὰρ ὁπλίτας μέζονας κατ’ ἀνθρώπων φύσιν ἔχοντας ἕπεσθαί σφι κτείνοντας καὶ διώκοντας .
8.39 τούτους δὲ τοὺς δύο Δελφοὶ λέγουσι εἶναι ἐπιχωρίους ἥρωας , Φύλακόν τε καὶ Αὐτόνοον , τῶν τὰ τεμένεα ἐστὶ περὶ τὸ ἱρόν , Φυλάκου μὲν παρ’ αὐτὴν τὴν ὁδὸν κατύπερθε τοῦ ἱροῦ τῆς Προναίης , Αὐτονόου δὲ πέλας τῆς Κασταλίης ὑπὸ τῇ Ὑαμπείῃ κορυφῇ . οἱ δὲ πεσόντες ἀπὸ τοῦ Παρνησοῦ λίθοι ἔτι καὶ ἐς ἡμέας ἦσαν σόοι , ἐν τῷ τεμένεϊ τῆς Προναίης Ἀθηναίης κείμενοι , ἐς τὸ ἐνέσκηψαν διὰ τῶν βαρβάρων φερόμενοι . τούτων μέν νυν τῶν ἀνδρῶν αὕτη ἀπὸ τοῦ ἱροῦ ἀπαλλαγὴ γίνεται .
8.40 δὲ Ἑλλήνων ναυτικὸς στρατὸς ἀπὸ τοῦ Ἀρτεμισίου Ἀθηναίων δεηθέντων ἐς Σαλαμῖνα κατίσχει τὰς νέας . τῶνδε δὲ εἵνεκα προσεδεήθησαν αὐτῶν σχεῖν πρὸς Σαλαμῖνα Ἀθηναῖοι , ἵνα αὐτοὶ παῖδάς τε καὶ γυναῖκας ὑπεξαγάγωνται ἐκ τῆς Ἀττικῆς , πρὸς δὲ καὶ βουλεύσωνται τὸ ποιητέον αὐτοῖσι ἔσται . ἐπὶ γὰρ τοῖσι κατήκουσι πρήγμασι βουλὴν ἔμελλον ποιήσασθαι ὡς ἐψευσμένοι γνώμης .