8.32 ὡς δὲ ἐκ τῆς Δωρίδος ἐς τὴν Φωκίδα ἐσέβαλον , αὐτοὺς μὲν τοὺς Φωκέας οὐκ αἱρέουσι . οἳ μὲν γὰρ τῶν Φωκέων ἐς τὰ ἄκρα τοῦ Παρνησοῦ ἀνέβησαν . ἔστι δὲ καὶ ἐπιτηδέη δέξασθαι ὅμιλον τοῦ Παρνησοῦ κορυφή , κατὰ Νέωνα πόλιν κειμένη ἐπ’ ἑωυτῆς · Τιθορέα οὔνομα αὐτῇ · ἐς τὴν δὴ ἀνηνείκαντο καὶ αὐτοὶ ἀνέβησαν . οἳ δὲ πλεῦνες αὐτῶν ἐς τοὺς Ὀζόλας Λοκροὺς ἐξεκομίσαντο , ἐς Ἄμφισσαν πόλιν τὴν ὑπὲρ τοῦ Κρισαίου πεδίου οἰκημένην . οἱ δὲ βάρβαροι τὴν χώρην πᾶσαν ἐπέδραμον τὴν Φωκίδα · Θεσσαλοὶ γὰρ οὕτω ἦγον τὸν στρατόν · ὁκόσα δὲ ἐπέσχον , πάντα ἐπέφλεγον καὶ ἔκειρον , καὶ ἐς τὰς πόλις ἐνιέντες πῦρ καὶ ἐς τὰ ἱρά .
8.33 πορευόμενοι γὰρ ταύτῃ παρὰ τὸν Κηφισὸν ποταμὸν ἐδηίουν πάντα , καὶ κατὰ μὲν ἔκαυσαν Δρυμὸν πόλιν κατὰ δὲ Χαράδραν καὶ Ἔρωχον καὶ Τεθρώνιον καὶ Ἀμφίκαιαν καὶ Νέωνα καὶ Πεδιέας καὶ Τριτέας καὶ Ἐλάτειαν καὶ Ὑάμπολιν καὶ Παραποταμίους καὶ Ἄβας , ἔνθα ἦν ἱρὸν Ἀπόλλωνος πλούσιον , θησαυροῖσί τε καὶ ἀναθήμασι πολλοῖσι κατεσκευασμένον · ἦν δὲ καὶ τότε καὶ νῦν ἔτι χρηστήριον αὐτόθι . καὶ τοῦτο τὸ ἱρὸν συλήσαντες ἐνέπρησαν . καί τινας διώκοντες εἷλον τῶν Φωκέων πρὸς τοῖσι ὄρεσι , καὶ γυναῖκας τινὰς διέφθειραν μισγόμενοι ὑπὸ πλήθεος .