8.29 πρόσθε τε γὰρ ἐν τοῖσι Ἕλλησι , ὅσον χρόνον ἐκεῖνα ἡμῖν ἥνδανε , πλέον αἰεί κοτε ὑμέων ἐφερόμεθα · νῦν τε παρὰ τῷ βαρβάρῳ τοσοῦτο δυνάμεθα ὥστε ἐπ’ ἡμῖν ἐστι τῆς γῆς ἐστερῆσθαι καὶ πρὸς ἠνδραποδίσθαι ὑμέας . ἡμεῖς μέντοι τὸ πᾶν ἔχοντες οὐ μνησικακέομεν , ἀλλ’ ἡμῖν γενέσθω ἀντ’ αὐτῶν πεντήκοντα τάλαντα ἀργυρίου , καὶ ὑμῖν ὑποδεκόμεθα τὰ ἐπιόντα ἐπὶ τὴν χώρην ἀποτρέψειν . ʹ
8.30 ταῦτά σφι ἐπαγγέλλοντο οἱ Θεσσαλοί . οἱ γὰρ Φωκέες μοῦνοι τῶν ταύτῃ ἀνθρώπων οὐκ ἐμήδιζον , κατ’ ἄλλο μὲν οὐδέν , ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω , κατὰ δὲ τὸ ἔχθος τὸ Θεσσαλῶν · εἰ δὲ Θεσσαλοὶ τὰ Ἑλλήνων ηὖξον , ὡς ἐμοὶ δοκέειν , ἐμήδιζον ἂν οἱ Φωκέες . ταῦτα ἐπαγγελλομένων Θεσσαλῶν , οὔτε δώσειν ἔφασαν χρήματα , παρέχειν τε σφίσι Θεσσαλοῖσι ὁμοίως μηδίζειν , εἰ ἄλλως βουλοίατο · ἀλλ’ οὐκ ἔσεσθαι ἑκόντες εἶναι προδόται τῆς Ἑλλάδος .
8.31 ἐπειδὴ δὲ ἀνηνείχθησαν οὗτοι οἱ λόγοι , οὕτω δὴ οἱ Θεσσαλοὶ κεχολωμένοι τοῖσι Φωκεῦσι ἐγένοντο ἡγεμόνες τῷ βαρβάρῳ τῆς ὁδοῦ . ἐκ μὲν δὴ τῆς Τρηχινίης ἐς τὴν Δωρίδα ἐσέβαλον · τῆς γὰρ Δωρίδος χώρης ποδεὼν στεινὸς ταύτῃ κατατείνει , ὡς τριήκοντα σταδίων μάλιστά κῃ εὖρος , κείμενος μεταξὺ τῆς τε Μηλίδος καὶ Φωκίδος χώρης , περ ἦν τὸ παλαιὸν Δρυοπίς · δὲ χώρη αὕτη ἐστὶ μητρόπολις Δωριέων τῶν ἐν Πελοποννήσῳ . ταύτην ὦν τὴν Δωρίδα γῆν οὐκ ἐσίναντο ἐσβαλόντες οἱ βάρβαροι · ἐμήδιζόν τε γὰρ καὶ οὐκ ἐδόκεε Θεσσαλοῖσι .