8.34 παραποταμίους δὲ παραμειβόμενοι οἱ βάρβαροι ἀπίκοντο ἐς Πανοπέας . ἐνθεῦτεν δὲ ἤδη διακρινομένη στρατιὴ αὐτῶν ἐσχίζετο . τὸ μὲν πλεῖστον καὶ δυνατώτατον τοῦ στρατοῦ ἅμα αὐτῷ Ξέρξῃ πορευόμενον ἐπ’ Ἀθήνας ἐσέβαλε ἐς Βοιωτούς , ἐς γῆν τὴν Ὀρχομενίων . Βοιωτῶν δὲ πᾶν τὸ πλῆθος ἐμήδιζε , τὰς δὲ πόλις αὐτῶν ἄνδρες Μακεδόνες διατεταγμένοι ἔσωζον , ὑπὸ Ἀλεξάνδρου ἀποπεμφθέντες · ἔσωζον δὲ τῇδε , δῆλον βουλόμενοι ποιέειν Ξέρξῃ ὅτι τὰ Μήδων Βοιωτοὶ φρονέοιεν .
8.35 οὗτοι μὲν δὴ τῶν βαρβάρων ταύτῃ ἐτράποντο , ἄλλοι δὲ αὐτῶν ἡγεμόνας ἔχοντες ὁρμέατο ἐπὶ τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι , ἐν δεξιῇ τὸν Παρνησὸν ἀπέργοντες . ὅσα δὲ καὶ οὗτοι ἐπέσχον τῆς Φωκίδος , πάντα ἐσιναμώρεον · καὶ γὰρ τῶν Πανοπέων τὴν πόλιν ἐνέπρησαν καὶ Δαυλίων καὶ Αἰολιδέων . ἐπορεύοντο δὲ ταύτῃ ἀποσχισθέντες τῆς ἄλλης στρατιῆς τῶνδε εἵνεκα , ὅκως συλήσαντες τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι βασιλέι Ξέρξῃ ἀποδέξαιεν τὰ χρήματα . πάντα δ’ ἠπίστατο τὰ ἐν τῷ ἱρῷ ὅσα λόγου ἦν ἄξια Ξέρξης , ὡς ἐγὼ πυνθάνομαι , ἄμεινον τὰ ἐν τοῖσι οἰκίοισι ἔλιπε , πολλῶν αἰεὶ λεγόντων , καὶ μάλιστα τὰ Κροίσου τοῦ Ἀλυάττεω ἀναθήματα .
8.36 οἱ Δελφοὶ δὲ πυνθανόμενοι ταῦτα ἐς πᾶσαν ἀρρωδίην ἀπίκατο , ἐν δείματι δὲ μεγάλῳ κατεστεῶτες ἐμαντεύοντο περὶ τῶν ἱρῶν χρημάτων , εἴτε σφέα κατὰ γῆς κατορύξωσι εἴτε ἐκκομίσωσι ἐς ἄλλην χώρην . δὲ θεός σφεας οὐκ ἔα κινέειν , φὰς αὐτὸς ἱκανὸς εἶναι τῶν ἑωυτοῦ προκατῆσθαι .