8.27 ἐπείτε γὰρ κατειλήθησαν ἐς τὸν Παρνησὸν οἱ Φωκέες ἔχοντες μάντιν Τελλίην τὸν Ἠλεῖον , ἐνθαῦτα Τελλίης οὗτος σοφίζεται αὐτοῖσι τοιόνδε . γυψώσας ἄνδρας ἑξακοσίους τῶν φωκέων τοὺς , ἀρίστους , αὐτούς τε τούτους καὶ τὰ ὅπλα αὐτῶν , νυκτὸς ἐπεθήκατο τοῖσι Θεσσαλοῖσι , προείπας αὐτοῖσι , τὸν ἂν μὴ λευκανθίζοντα ἴδωνται , τοῦτον κτείνειν . τούτους ὦν αἵ τε φυλακαὶ τῶν Θεσσαλῶν πρῶται ἰδοῦσαι ἐφοβήθησαν , δόξασαι ἄλλο τι εἶναι τέρας , καὶ μετὰ τὰς φυλακὰς αὐτὴ στρατιὴ οὕτω ὥστε τετρακισχιλίων κρατῆσαι νεκρῶν καὶ ἀσπίδων Φωκέας , τῶν τὰς μὲν ἡμισέας ἐς Ἄβας ἀνέθεσαν τὰς δὲ ἐς Δελφούς · δὲ δεκάτη ἐγένετο τῶν χρημάτων ἐκ ταύτης τῆς μάχης οἱ μεγάλοι ἀνδριάντες οἱ περὶ τὸν τρίποδα συνεστεῶτες ἔμπροσθε τοῦ νηοῦ τοῦ ἐν Δελφοῖσι , καὶ ἕτεροι τοιοῦτοι ἐν Ἄβῃσι ἀνακέαται .
8.28 ταῦτα μέν νυν τὸν πεζὸν ἐργάσαντο τῶν Θεσσαλῶν οἱ Φωκέες πολιορκέοντας ἑωυτούς · ἐσβαλοῦσαν δὲ ἐς τὴν χώρην τὴν ἵππον αὐτῶν ἐλυμήναντο ἀνηκέστως . ἐν γὰρ τῇ ἐσβολῇ ἐστὶ κατὰ Ὑάμπολιν , ἐν ταύτῃ τάφρον μεγάλην ὀρύξαντες ἀμφορέας κενεοὺς ἐς αὐτὴν κατέθηκαν , χοῦν δὲ ἐπιφορήσαντες καὶ ὁμοιώσαντες τῷ ἄλλῳ χώρῳ ἐδέκοντο τοὺς Θεσσαλοὺς ἐσβάλλοντας . οἳ δὲ ὡς ἀναρπασόμενοι τοὺς Φωκέας φερόμενοι ἐσέπεσον ἐς τοὺς ἀμφορέας . ἐνθαῦτα οἱ ἵπποι τὰ σκέλεα διεφθάρησαν .
8.29 τούτων δή σφι ἀμφοτέρων ἔχοντες ἔγκοτον οἱ Θεσσαλοὶ πέμψαντες κήρυκα ἠγόρευον τάδε . ʹ Φωκέες , ἤδη τι μᾶλλον γνωσιμαχέετε μὴ εἶναι ὅμοιοι ἡμῖν .