8.26 ἧκον δέ σφι αὐτόμολοι ἄνδρες ἀπ’ Ἀρκαδίης ὀλίγοι τινές , βίου τε δεόμενοι καὶ ἐνεργοὶ βουλόμενοι εἶναι . ἄγοντες δὲ τούτους ἐς ὄψιν τὴν βασιλέος ἐπυνθάνοντο οἱ Πέρσαι περὶ τῶν Ἑλλήνων τί ποιέοιεν · εἷς δέ τις πρὸ πάντων ἦν εἰρωτῶν αὐτοὺς ταῦτα . οἳ δέ σφι ἔλεγον ὡς Ὀλύμπια ἄγουσι καὶ θεωρέοιεν ἀγῶνα γυμνικὸν καὶ ἱππικόν . δὲ ἐπείρετο τι τὸ ἄεθλον εἴη σφι κείμενον περὶ ὅτευ ἀγωνίζονται · οἳ δ’ εἶπον τῆς ἐλαίης τὸν διδόμενον στέφανον . ἐνθαῦτα εἴπας γνώμην γενναιοτάτην Τιγράνης Ἀρταβάνου δειλίην ὦφλε πρὸς βασιλέος . πυνθανόμενος γὰρ τὸ ἄεθλον ἐὸν στέφανον ἀλλ’ οὐ χρήματα , οὔτε ἠνέσχετο σιγῶν εἶπέ τε ἐς πάντας τάδε . ʹ παπαῖ Μαρδόνιε , κοίους ἐπ’ ἄνδρας ἤγαγες μαχησομένους ἡμέας , οἳ οὐ περὶ χρημάτων τὸν ἀγῶνα ποιεῦνται ἀλλὰ περὶ ἀρετῆς . ʹ τούτῳ μὲν δὴ ταῦτα εἴρητο .
8.27 ἐν δὲ τῷ διὰ μέσου χρόνῳ , ἐπείτε τὸ ἐν Θερμοπύλῃσι τρῶμα ἐγεγόνεε , αὐτίκα Θεσσαλοὶ πέμπουσι κήρυκα ἐς Φωκέας , ἅτε σφι ἔχοντες αἰεὶ χόλον , ἀπὸ δὲ τοῦ ὑστάτου τρώματος καὶ τὸ κάρτα . ἐσβαλόντες γὰρ πανστρατιῇ αὐτοί τε οἱ Θεσσαλοὶ καὶ οἱ σύμμαχοι αὐτῶν ἐς τοὺς Φωκέας , οὐ πολλοῖσι ἔτεσι πρότερον ταύτης τῆς βασιλέος στρατηλασίης , ἑσσώθησαν ὑπὸ τῶν Φωκέων καὶ περιέφθησαν τρηχέως .