8.24 ἐνθαῦτα δὲ τούτων ἐόντων , Ξέρξης ἑτοιμασάμενος τὰ περὶ τοὺς νεκροὺς ἔπεμπε ἐς τὸν ναυτικὸν στρατὸν κήρυκα , προετοιμάσατο δὲ τάδε · ὅσοι τοῦ στρατοῦ τοῦ ἑωυτοῦ ἦσαν νεκροὶ ἐν Θερμοπύλῃσι ʹἦσαν δὲ καὶ δύο μυριάδεσ̓ , ὑπολιπόμενος τούτων ὡς χιλίους , τοὺς λοιποὺς τάφρους ὀρυξάμενος ἔθαψε , φυλλάδα τε ἐπιβαλὼν καὶ γῆν ἐπαμησάμενος , ἵνα μὴ ὀφθείησαν ὑπὸ τοῦ ναυτικοῦ στρατοῦ . ὡς δὲ διέβη ἐς τὴν Ἱστιαίην κῆρυξ , σύλλογον ποιησάμενος παντὸς τοῦ στρατοπέδου ἔλεγε τάδε . ʹ ἄνδρες σύμμαχοι , βασιλεὺς Ξέρξης τῷ βουλομένῳ ὑμέων παραδίδωσι ἐκλιπόντα τὴν τάξιν καὶ ἐλθόντα θεήσασθαι ὅκως μάχεται πρὸς τοὺς ἀνοήτους τῶν ἀνθρώπων , οἳ ἤλπισαν τὴν βασιλέος δύναμιν ὑπερβαλέεσθαι . ʹ
8.25 ταῦτα ἐπαγγειλαμένου , μετὰ ταῦτα οὐδὲν ἐγίνετο πλοίων σπανιώτερον · οὕτω πολλοὶ ἤθελον θεήσασθαι . διαπεραιωθέντες δὲ ἐθηεῦντο διεξιόντες τοὺς νεκρούς · πάντες δὲ ἠπιστέατο τοὺς κειμένους εἶναι πάντας Λακεδαιμονίους καὶ Θεσπιέας , ὁρῶντες καὶ τοὺς εἵλωτας . οὐ μὲν οὐδ’ ἐλάνθανε τοὺς διαβεβηκότας Ξέρξης ταῦτα πρήξας περὶ τοὺς νεκροὺς τοὺς ἑωυτοῦ · καὶ γὰρ δὴ καὶ γελοῖον ἦν · τῶν μὲν χίλιοι ἐφαίνοντο νεκροὶ κείμενοι , οἳ δὲ πάντες ἐκέατο ἁλέες συγκεκομισμένοι ἐς τὠυτὸ χωρίον , τέσσερες χιλιάδες . ταύτην μὲν τὴν ἡμέρην πρὸς θέην ἐτράποντο , τῇ δ’ ὑστεραίῃ οἳ μὲν ἀπέπλεον ἐς Ἱστιαίην ἐπὶ τὰς νέας , οἱ δὲ ἀμφὶ Ξέρξην ἐς ὁδὸν ὁρμέατο .