8.22 ἀλλὰ μάλιστα μὲν πρὸς ἡμέων γίνεσθε · εἰ δὲ ὑμῖν ἐστι τοῦτο μὴ δυνατὸν ποιῆσαι , ὑμεῖς δὲ ἔτι καὶ νῦν ἐκ τοῦ μέσου ἡμῖν ἕζεσθε καὶ αὐτοὶ καὶ τῶν Καρῶν δέεσθε τὰ αὐτὰ ὑμῖν ποιέειν . εἰ δὲ μηδέτερον τούτων οἷόν τε γίνεσθαι , ἀλλ’ ὑπ’ ἀναγκαίης μέζονος κατέζευχθε ὥστε ἀπίστασθαι , ὑμεῖς δὲ ἐν τῷ ἔργῳ , ἐπεὰν συμμίσγωμεν , ἐθελοκακέετε μεμνημένοι ὅτι ἀπ’ ἡμέων γεγόνατε καὶ ὅτι ἀρχῆθεν ἔχθρη πρὸς τὸν βάρβαρον ἀπ’ ὑμέων ἡμῖν γέγονε . ʹ Θεμιστοκλέης δὲ ταῦτα ἔγραφε , δοκέειν ἐμοί , ἐπ’ ἀμφότερα νοέων , ἵνα λαθόντα τὰ γράμματα βασιλέα Ἴωνας ποιήσῃ μεταβαλεῖν καὶ γενέσθαι πρὸς ἑωυτῶν , ἐπείτε ἀνενειχθῇ καὶ διαβληθῇ πρὸς Ξέρξην , ἀπίστους ποιήσῃ τοὺς Ἴωνας καὶ τῶν ναυμαχιέων αὐτοὺς ἀπόσχῃ .
8.23 Θεμιστοκλέης μὲν ταῦτα ἐνέγραψε · τοῖσι δὲ βαρβάροισι αὐτίκα μετὰ ταῦτα πλοίῳ ἦλθε ἀνὴρ Ἱστιαιεὺς ἀγγέλλων τὸν δρησμὸν τὸν ἀπ’ Ἀρτεμισίου τῶν Ἑλλήνων . οἳ δ’ ὑπ’ ἀπιστίης τὸν μὲν ἀγγέλλοντα εἶχον ἐν φυλακῇ , νέας δὲ ταχέας ἀπέστειλαν προκατοψομένας · ἀπαγγειλάντων δὲ τούτων τὰ ἦν , οὕτω δὴ ἅμα ἡλίῳ σκιδναμένῳ πᾶσα στρατιὴ ἐπέπλεε ἁλὴς ἐπὶ τὸ Ἀρτεμίσιον . ἐπισχόντες δὲ ἐν τούτῳ τῷ χώρῳ μέχρι μέσου ἡμέρης , τὸ ἀπὸ τούτου ἔπλεον ἐς Ἱστιαίην · ἀπικόμενοι δὲ τὴν πόλιν ἔσχον τῶν Ἱστιαιέων , καὶ τῆς Ἐλλοπίης μοίρης γῆς δὲ τῆς Ἱστιαιώτιδος τὰς παραθαλασσίας χώρας πάσας ἐπέδραμον .