8.20 Βάκιδι γὰρ ὧδε ἔχει περὶ τούτων χρησμός . ʹ φράζεο , βαρβαρόφωνος ὅταν ζυγὸν εἰς ἅλα βάλλῃ | βύβλινον , Εὐβοίης ἀπέχειν πολυμηκάδας αἶγας . ʹ τούτοισι οὐδὲν τοῖσι ἔπεσι χρησαμένοισι ἐν τοῖσι τότε παρεοῦσί τε καὶ προσδοκίμοισι κακοῖσι παρῆν σφι συμφορῇ χρᾶσθαι πρὸς τὰ μέγιστα .
8.21 οἳ μὲν δὴ ταῦτα ἔπρησσον , παρῆν δὲ ἐκ Τρηχῖνος κατάσκοπος . ἦν μὲν γὰρ ἐπ’ Ἀρτεμισίῳ κατάσκοπος Πολύας , γένος Ἀντικυρεύς , τῷ προσετέτακτο , καὶ εἶχε πλοῖον κατῆρες ἕτοιμον , εἰ παλήσειε ναυτικὸς στρατός , σημαίνειν τοῖσι ἐν Θερμοπύλῃσι ἐοῦσι · ὣς δ’ αὕτως ἦν Ἀβρώνιχος Λυσικλέος Ἀθηναῖος καὶ παρὰ Λεωνίδῃ ἕτοιμος τοῖσι ἐπ’ Ἀρτεμισίω ἐοῦσι ἀγγέλλειν τριηκοντέρῳ , ἤν τι καταλαμβάνῃ νεώτερον τὸν πεζόν . οὗτος ὦν Ἀβρώνιχος ἀπικόμενός σφι ἐσήμαινε τὰ γεγονότα περὶ Λεωνίδην καὶ τὸν στρατὸν αὐτοῦ . οἳ δὲ ὡς ἐπύθοντο ταῦτα , οὐκέτι ἐς ἀναβολὰς ἐποιεῦντο τὴν ἀποχώρησιν , ἐκομίζοντο δὲ ὡς ἕκαστοι ἐτάχθησαν , Κορίνθιοι πρῶτοι , ὕστατοι δὲ Ἀθηναῖοι .
8.22 Ἀθηναίων δὲ νέας τὰς ἄριστα πλεούσας ἐπιλεξάμενος Θεμιστοκλέης ἐπορεύετο περὶ τὰ πότιμα ὕδατα , ἐντάμνων ἐν τοῖσι λίθοισι γράμματα . τὰ Ἴωνες ἐπελθόντες τῇ ὑστεραίῃ ἡμέρῃ ἐπὶ τὸ Ἀρτεμίσιον ἐπελέξαντο . τὰ δὲ γράμματα τάδε ἔλεγε . ʹ ἄνδρες Ἴωνες , οὐ ποιέετε δίκαια ἐπὶ τοὺς πατέρας στρατευόμενοι καὶ τὴν Ἑλλάδα καταδουλούμενοι .