8.18 ὡς δὲ διέστησαν , ἄσμενοι ἑκάτεροι ἐς ὅρμον ἠπείγοντο . οἱ δὲ Ἕλληνες ὡς διακριθέντες ἐκ τῆς ναυμαχίης ἀπηλλάχθησαν , τῶν μὲν νεκρῶν καὶ τῶν ναυηγίων ἐπεκράτεον , τρηχέως δὲ περιεφθέντες , καὶ οὐκ ἥκιστα Ἀθηναῖοι τῶν αἱ ἡμίσεαι τῶν νεῶν τετρωμέναι ἦσαν , δρησμὸν δὴ ἐβούλευον ἔσω ἐς τὴν Ἑλλάδα .
8.19 νόῳ δὲ λαβὼν Θεμιστοκλέης ὡς εἰ ἀπορραγείη ἀπὸ τοῦ βαρβάρου τό τε Ἰωνικὸν φῦλον καὶ τὸ Καρικόν , οἷοί τε εἴησαν ἂν τῶν λοιπῶν κατύπερθε γενέσθαι , ἐλαυνόντων τῶν Εὐβοέων πρόβατα ἐπὶ τὴν θάλασσαν ταύτην , συλλέξας τοὺς στρατηγοὺς ἔλεγέ σφι ὡς δοκέοι ἔχειν τινὰ παλάμην , τῇ ἐλπίζοι τῶν βασιλέος συμμάχων ἀποστήσειν τοὺς ἀρίστους . ταῦτα μέν νυν ἐς τοσοῦτο παρεγύμνου , ἐπὶ δὲ τοῖσι κατήκουσι πρήγμασι τάδε ποιητέα σφι εἶναι ἔλεγε , τῶν τε προβάτων τῶν Εὐβοϊκῶν καταθύειν ὅσα τις ἐθέλοι · κρέσσον γὰρ εἶναι τὴν στρατιὴν ἔχειν τοὺς πολεμίους · παραίνεέ τε προειπεῖν τοῖσι ἑωυτῶν ἑκάστους πῦρ ἀνακαίειν · κομιδῆς δὲ πέρι τὴν ὥρην αὐτῷ μελήσειν , ὥστε ἀσινέας ἀπικέσθαι ἐς τὴν Ἑλλάδα . ταῦτα ἤρεσέ σφι ποιέειν , καὶ αὐτίκα πῦρ ἀνακαυσάμενοι ἐτράποντο πρὸς τὰ πρόβατα .
8.20 οἱ γὰρ Εὐβοέες , παραχρησάμενοι τὸν Βάκιδος χρησμὸν ὡς οὐδὲν λέγοντα , οὔτε τι ἐξεκομίσαντο οὐδὲν οὔτε προσεσάξαντο ὡς παρεσομένου σφι πολέμου , περιπετέα τε ἐποιήσαντο σφίσι αὐτοῖσι τὰ πρήγματα .