8.15 ἦν δὲ πᾶς ἀγὼν τοῖσι κατὰ θάλασσαν περὶ τοῦ Εὐρίπου , ὥσπερ τοῖσι ἀμφὶ Λεωνίδην τὴν ἐσβολὴν φυλάσσειν . οἳ μὲν δὴ παρεκελεύοντο ὅκως μὴ παρήσουσι ἐς τὴν Ἑλλάδα τοὺς βαρβάρους , οἳ δ’ ὅκως τὸ Ἑλληνικὸν στράτευμα διαφθείραντες τοῦ πόρου κρατήσουσι . ὡς δὲ ταξάμενοι οἱ Ξέρξεω ἐπέπλεον , οἱ Ἕλληνες ἀτρέμας εἶχον πρὸς τῷ Ἀρτεμισίῳ . οἱ δὲ βάρβαροι μηνοειδὲς ποιήσαντες τῶν νεῶν ἐκυκλοῦντο , ὡς περιλάβοιεν αὐτούς .
8.16 ἐνθεῦτεν οἱ Ἕλληνες ἐπανέπλεόν τε καὶ συνέμισγον . ἐν ταύτῃ τῇ ναυμαχίῃ παραπλήσιοι ἀλλήλοισι ἐγίνοντο . γὰρ Ξέρξεω στρατὸς ὑπὸ μεγάθεός τε καὶ πλήθεος αὐτὸς ὑπ’ ἑωυτοῦ ἔπιπτε , ταρασσομενέων τε τῶν νεῶν καὶ περιπιπτουσέων περὶ ἀλλήλας · ὅμως μέντοι ἀντεῖχε καὶ οὐκ εἶκε · δεινὸν γὰρ χρῆμα ἐποιεῦντο ὑπὸ νεῶν ὀλιγέων ἐς φυγὴν τρέπεσθαι . πολλαὶ μὲν δὴ τῶν Ἑλλήνων νέες διεφθείροντο πολλοὶ δὲ ἄνδρες , πολλῷ δ’ ἔτι πλεῦνες νέες τε τῶν βαρβάρων καὶ ἄνδρες , οὕτω δὲ ἀγωνιζόμενοι διέστησαν χωρὶς ἑκάτεροι .
8.17 ἐν ταύτῃ τῇ ναυμαχίῃ Αἰγύπτιοι μὲν τῶν Ξέρξεω στρατιωτέων ἠρίστευσαν , οἳ ἄλλα τε μεγάλα ἔργα ἀπεδέξαντο καὶ νέας αὐτοῖσι ἀνδράσι εἷλον Ἑλληνίδας πέντε . τῶν δὲ Ἑλλήνων κατὰ ταύτην τὴν ἡμέρην ἠρίστευσαν Ἀθηναῖοι καὶ Ἀθηναίων Κλεινίης Ἀλκιβιάδεω , ὃς δαπάνην οἰκηίην παρεχόμενος ἐστρατεύετο ἀνδράσι τε διηκοσίοισι καὶ οἰκηίῃ νηί .