8.13 καὶ τούτοισι μὲν τοιαύτη νὺξ ἐγίνετο , τοῖσι δὲ ταχθεῖσι αὐτῶν περιπλέειν Εὔβοιαν αὐτή περ ἐοῦσα νὺξ πολλὸν ἦν ἔτι ἀγριωτέρη , τοσούτω ὅσῳ ἐν πελάγεϊ φερομένοισι ἐπέπιπτε , καὶ τὸ τέλος σφι ἐγίνετο ἄχαρι . ὡς γὰρ δὴ πλέουσι αὐτοῖσι χειμών τε καὶ τὸ ὕδωρ ἐπεγίνετο ἐοῦσι κατὰ τὰ Κοῖλα τῆς Εὐβοίης , φερόμενοι τῷ πνεύματι καὶ οὐκ εἰδότες τῇ ἐφέροντο ἐξέπιπτον πρὸς τὰς πέτρας · ἐποιέετό τε πᾶν ὑπὸ τοῦ θεοῦ ὅκως ἂν ἐξισωθείη τῷ Ἑλληνικῷ τὸ Περσικὸν μηδὲ πολλῷ πλέον εἴη .
8.14 οὗτοι μέν νυν περὶ τὰ Κοῖλα τῆς Εὐβοίης διεφθείροντο · οἱ δ’ ἐν Ἀφέτῃσι βάρβαροι , ὥς σφι ἀσμένοισι ἡμέρη ἐπέλαμψε , ἀτρέμας τε εἶχον τὰς νέας καί σφι ἀπεχρᾶτο κακῶς πρήσουσι ἡσυχίην ἄγειν ἐν τῷ παρεόντι . τοῖσι δε Ἕλλησι ἐπεβοήθεον νέες τρεῖς καὶ πεντήκοντα Ἀττικαί . αὗταί τε δή σφεας ἐπέρρωσαν ἀπικόμεναι καὶ ἅμα ἀγγελίη ἐλθοῦσα , ὡς τῶν βαρβάρων οἱ περιπλέοντες τὴν Εὔβοιαν πάντες εἴησαν διεφθαρμένοι ὑπὸ τοῦ γενομένου χειμῶνος . φυλάξαντες δὴ τὴν αὐτὴν ὥρην , πλέοντες ἐπέπεσον νηυσὶ Κιλίσσῃσι · ταύτας δὲ διαφθείραντες , ὡς εὐφρόνη ἐγίνετο , ἀπέπλεον ὀπίσω ἐπὶ τὸ Ἀρτεμίσιον .
8.15 τρίτῃ δὲ ἡμέρῃ δεινόν τι ποιησάμενοι οἱ στρατηγοὶ τῶν βαρβάρων νέας οὕτω σφι ὀλίγας λυμαίνεσθαι , καὶ τὸ ἀπὸ Ξέρξεω δειμαίνοντες , οὐκ ἀνέμειναν ἔτι τοὺς Ἕλληνας μάχης ἄρξαι , ἀλλὰ παρακελευσάμενοι κατὰ μέσον ἡμέρης ἀνῆγον τὰς νέας . συνέπιπτε δὲ ὥστε τὰς αὐτὰς ἡμέρας τάς τε ναυμαχίας γίνεσθαι ταύτας καὶ τὰς πεζομαχίας τὰς ἐν Θερμοπύλῃσι .