8.3 ἐπιστάμενοι ὦν αὐτὸ τοῦτο οὐκ ἀντέτεινον ἀλλ’ εἶκον , μέχρι ὅσου κάρτα ἐδέοντο αὐτῶν , ὡς διέδεξαν · ὡς γὰρ δὴ ὠσάμενοι τὸν Πέρσην περὶ τῆς ἐκείνου ἤδη τὸν ἀγῶνα ἐποιεῦντο , πρόφασιν τὴν Παυσανίεω ὕβριν προϊσχόμενοι ἀπείλοντο τὴν ἡγεμονίην τοὺς Λακεδαιμονίους . ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο .
8.4 τότε δὲ οὗτοι οἱ καὶ ἐπ’ Ἀρτεμίσιον Ἑλλήνων ἀπικόμενοι ὡς εἶδον νέας τε πολλὰς καταχθείσας ἐς τὰς Ἀφέτας καὶ στρατιῆς ἅπαντα πλέα , ἐπεὶ αὐτοῖσι παρὰ δόξαν τὰ πρήγματα τῶν βαρβάρων ἀπέβαινε ὡς αὐτοὶ κατεδόκεον , καταρρωδήσαντες δρησμὸν ἐβουλεύοντο ἀπὸ τοῦ Ἀρτεμισίου ἔσω ἐς τὴν Ἑλλάδα . γνόντες δὲ σφέας οἱ Εὐβοέες ταῦτα βουλευομένους ἐδέοντο Εὐρυβιάδεω προσμεῖναι χρόνον ὀλίγον , ἔστ’ ἂν αὐτοὶ τέκνα τε καὶ τοὺς οἰκέτας ὑπεκθέωνται . ὡς δ’ οὐκ ἔπειθον , μεταβάντες τὸν Ἀθηναίων στρατηγὸν πείθουσι Θεμιστοκλέα ἐπὶ μισθῷ τριήκοντα ταλάντοισι , ἐπ’ τε καταμείναντες πρὸ τῆς Εὐβοίης ποιήσονται τὴν ναυμαχίην .
8.5 δὲ Θεμιστοκλέης τοὺς Ἕλληνας ἐπισχεῖν ὧδε ποιέει · Εὐρυβιάδῃ τούτων τῶν χρημάτων μεταδιδοῖ πέντε τάλαντα ὡς παρ’ ἑωυτοῦ δῆθεν διδούς . ὡς δέ οἱ οὗτος ἀνεπέπειστο , Ἀδείμαντος γὰρ Ὠκύτου Κορίνθιος στρατηγὸς τῶν λοιπῶν ἤσπαιρε μοῦνος , φάμενος ἀποπλεύσεσθαί τε ἀπὸ τοῦ Ἀρτεμισίου καὶ οὐ παραμενέειν , πρὸς δὴ τοῦτον εἶπε Θεμιστοκλέης ἐπομόσας ʹ οὐ σύ γε ἡμέας ἀπολείψεις , ἐπεί τοι ἐγὼ μέζω δῶρα δώσω βασιλεὺς ἄν τοι Μήδων πέμψειε ἀπολιπόντι τοὺς συμμάχους . ʹ ταῦτά τε ἅμα ἠγόρευε καὶ πέμπει ἐπὶ τὴν νέα τὴν Ἀδειμάντου τάλαντα ἀργυρίου τρία ·