8.1 οἱ δὲ Ἑλλήνων ἐς τὸν ναυτικὸν στρατὸν ταχθέντες ἦσαν οἵδε , Ἀθηναῖοι μὲν νέας παρεχόμενοι ἑκατὸν καὶ εἴκοσι καὶ ἑπτά · ὑπὸ δὲ ἀρετῆς τε καὶ προθυμίης Πλαταιέες ἄπειροι τῆς ναυτικῆς ἐόντες συνεπλήρουν τοῖσι Ἀθηναίοισι τὰς νέας . Κορίνθιοι δὲ τεσσεράκοντα νέας παρείχοντο , Μεγαρέες δὲ εἴκοσι . καὶ Χαλκιδέες ἐπλήρουν εἴκοσι , Ἀθηναίων σφι παρεχόντων τὰς νέας , Αἰγινῆται δὲ ὀκτωκαίδεκα , Σικυώνιοι δὲ δυοκαίδεκα , Λακεδαιμόνιοι δὲ δέκα , Ἐπιδαύριοι δὲ ὀκτώ , Ἐρετριέες δὲ ἑπτά , Τροιζήνιοι δὲ πέντε , Στυρέες δὲ δύο , καὶ Κήιοι δύο τε νέας καὶ πεντηκοντέρους δύο · Λοκροὶ δέ σφι οἱ Ὀπούντιοι ἐπεβοήθεον πεντηκοντέρους ἔχοντες ἑπτά .
8.2 ἦσαν μὲν ὦν οὗτοι οἱ στρατευόμενοι ἐπ’ Ἀρτεμίσιον , εἴρηται δέ μοι καὶ ὡς τὸ πλῆθος ἕκαστοι τῶν νεῶν παρείχοντο . ἀριθμὸς δὲ τῶν συλλεχθεισέων νεῶν ἐπ’ Ἀρτεμίσιον ἦν , πάρεξ τῶν πεντηκοντέρων , διηκόσιαι καὶ ἑβδομήκοντα καὶ μία . τὸν δὲ στρατηγὸν τὸν τὸ μέγιστον κράτος ἔχοντα παρείχοντο Σπαρτιῆται Εὐρυβιάδην Εὐρυκλείδεω · οἱ γὰρ σύμμαχοι οὐκ ἔφασαν , ἢν μὴ Λάκων ἡγεμονεύῃ , Ἀθηναίοισι ἕψεσθαι ἡγεομένοισι , ἀλλὰ λύσειν τὸ μέλλον ἔσεσθαι στράτευμα .
8.3 ἐγένετο γὰρ κατ’ ἀρχὰς λόγος , πρὶν καὶ ἐς Σικελίην πέμπειν ἐπὶ συμμαχίην , ὡς τὸ ναυτικὸν Ἀθηναίοισι χρεὸν εἴη ἐπιτρέπειν . ἀντιβάντων δὲ τῶν συμμάχων εἶκον οἱ Ἀθηναῖοι μέγα πεποιημένοι περιεῖναι τὴν Ἑλλάδα καὶ γνόντες , εἰ στασιάσουσι περὶ τῆς ἡγεμονίης , ὡς ἀπολέεται Ἑλλάς , ὀρθὰ νοεῦντες · στάσις γὰρ ἔμφυλος πολέμου ὁμοφρονέοντος τοσούτῳ κάκιον ἐστὶ ὅσῳ πόλεμος εἰρήνης .