8.5 οὗτοί τε δὴ πάντες δώροισι ἀναπεπεισμένοι ἦσαν καὶ τοῖσι Εὐβοεῦσι ἐκεχάριστο , αὐτός τε Θεμιστοκλέης ἐκέρδηνε , ἐλάνθανε δὲ τὰ λοιπὰ ἔχων , ἀλλ’ ἠπιστέατο οἱ μεταλαβόντες τούτων τῶν χρημάτων ἐκ τῶν Ἀθηνέων ἐλθεῖν ἐπὶ τῷ λόγῳ τούτῳ τὰ χρήματα .
8.6 οὕτω δὴ κατέμεινάν τε ἐν τῇ Εὐβοίῃ καὶ ἐναυμάχησαν , ἐγένετο δὲ ὧδε . ἐπείτε δὴ ἐς τὰς Ἀφέτας περὶ δείλην πρωίην γινομένην ἀπίκατο οἱ βάρβαροι , πυθόμενοι μὲν ἔτι καὶ πρότερον περὶ τὸ Ἀρτεμίσιον ναυλοχέειν νέας Ἑλληνίδας ὀλίγας , τότε δὲ αὐτοὶ ἰδόντες , πρόθυμοι ἦσαν ἐπιχειρέειν , εἴ κως ἕλοιεν αὐτάς . ἐκ μὲν δὴ τῆς ἀντίης προσπλέειν οὔ κώ σφι ἐδόκεε τῶνδε εἵνεκα , μή κως ἰδόντες οἱ Ἕλληνες προσπλέοντας ἐς φυγὴν ὁρμήσειαν φεύγοντάς τε εὐφρόνη καταλαμβάνῃ · καὶ ἔμελλον δῆθεν ἐκφεύξεσθαι , ἔδει δὲ μηδὲ πυρφόρον τῷ ἐκείνων λόγῳ ἐκφυγόντα περιγενέσθαι .
8.7 πρὸς ταῦτα ὦν τάδε ἐμηχανῶντο · τῶν νεῶν ἁπασέων ἀποκρίναντες διηκοσίας περιέπεμπον ἔξωθεν Σκιάθου , ὡς ἂν μὴ ὀφθείησαν ὑπὸ τῶν πολεμίων περιπλέουσαι Εὔβοιαν κατά τε Καφηρέα καὶ περὶ Γεραιστὸν ἐς τὸν Εὔριπον , ἵνα δὴ περιλάβοιεν οἳ μὲν ταύτῃ ἀπικόμενοι καὶ φράξαντες αὐτῶν τὴν ὀπίσω φέρουσαν ὁδόν , σφεῖς δὲ ἐπισπόμενοι ἐξ ἐναντίης . ταῦτα βουλευσάμενοι ἀπέπεμπον τῶν νεῶν τὰς ταχθείσας , αὐτοὶ οὐκ ἐν νόῳ ἔχοντες ταύτης τῆς ἡμέρης τοῖσι Ἕλλησι ἐπιθήσεσθαι , οὐδὲ πρότερον τὸ σύνθημά σφι ἔμελλε φανήσεσθαι παρὰ τῶν περιπλεόντων ὡς ἡκόντων . ταύτας μὲν δὴ περιέπεμπον , τῶν δὲ λοιπέων νεῶν ἐν τῇσι Ἀφέτῃσι ἐποιεῦντο ἀριθμόν .