7.239 Δημάρητος γὰρ Ἀρίστωνος φυγὼν ἐς Μήδους , ὡς μὲν ἐγὼ δοκέω καὶ τὸ οἰκὸς ἐμοὶ συμμάχεται , οὐκ ἦν εὔνοος Λακεδαιμονίοισι , πάρεστι δὲ εἰκάζειν εἴτε εὐνοίῃ ταῦτα ἐποίησε εἴτε καὶ καταχαίρων . ἐπείτε γὰρ Ξέρξῃ ἔδοξε στρατηλατέειν ἐπὶ τὴν Ἑλλάδα , ἐὼν ἐν Σούσοισι Δημάρητος καὶ πυθόμενος ταῦτα ἠθέλησε Λακεδαιμονίοισι ἐξαγγεῖλαι . ἄλλως μὲν δὴ οὐκ εἶχε σημῆναι · ἐπικίνδυνον γὰρ ἦν μὴ λαμφθείη · δὲ μηχανᾶται τοιάδε · δελτίον δίπτυχον λαβὼν τὸν κηρὸν αὐτοῦ ἐξέκνησε , καὶ ἔπειτα ἐν τῷ ξύλῳ τοῦ δελτίου ἔγραψε τὴν βασιλέος γνώμην , ποιήσας δὲ ταῦτα ὀπίσω ἐπέτηξε τὸν κηρὸν ἐπὶ τὰ γράμματα , ἵνα φερόμενον κεινὸν τὸ δελτίον μηδὲν πρῆγμα παρέχοι πρὸς τῶν ὁδοφυλάκων . ἐπεὶ δὲ καὶ ἀπίκετο ἐς τὴν Λακεδαίμονα , οὐκ εἶχον συμβαλέσθαι οἱ Λακεδαιμόνιοι , πρίν γε δή σφι , ὡς ἐγὼ πυνθάνομαι , Κλεομένεος μὲν θυγάτηρ Λεωνίδεω δὲ γυνὴ Γοργὼ ὑπέθετο ἐπιφρασθεῖσα αὐτή , τὸν κηρὸν κνᾶν κελεύουσα , καὶ εὑρήσειν σφέας γράμματα ἐν τῷ ξύλῳ . πειθόμενοι δὲ εὗρον καὶ ἐπελέξαντο , ἔπειτα δὲ τοῖσι ἄλλοισι Ἕλλησι ἐπέστειλαν . ταῦτα μὲν δὴ οὕτω λέγεται γενέσθαι .